134
καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεὸς αὐτῶν ὤν», ὁ μὲν Ἀκύλας φησὶν «καὶ ὡράθηνπρὸς Ἀβραὰμ καὶ πρὸς Ἰσαὰκ καὶ πρὸς Ἰακὼβ ἐν θεῷ ἱκανῷ»·5.13.6 δι' ὧν σαφῶς παρίστησιν, ὅτι μὴ αὐτὸς ὁ ἐπὶ πάντων θεός, ὁ μόνος ὤν, δι' ἑαυτοῦ ὤφθη, ἀλλ' οὐδ' ὥσπερ τῷ Μωσεῖ οὕτως καὶ τοῖς πατράσιν δι' ἀγγέλου ἢ διὰ βάτου ἢ πυρός, ἀλλ' «ἐν θεῷ ἱκανῷ» χρηματίζοντι, ὥστε διὰ τοῦ υἱοῦ τὸν πατέρα καὶ τοῖς πατράσιν ἑωρᾶσθαι, κατὰ τὸ εἰρημένον ἐν εὐαγγελίοις πρὸς αὐτοῦ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». ἐν αὐτῷ γὰρ καὶ δι' αὐτοῦ ἡ τοῦ πατρὸς ἀπεκαλύπτετο γνῶσις. 5.13.7 ἀλλ' ὅτε μὲν ἀνθρώπων σωτήριος ἐπεφαίνετο, διὰ τῆς τοῦ υἱοῦ ἀνθρωπείας μορφῆς ἑωρᾶτο, τοῖς θεοφιλέσιν τὴν εἰς ἀνθρώπους αὐτοῦ ἐσομένην σωτηρίαν τοῖς πᾶσι παροῦσαν ἐξ ἐκείνου προαρραβωνιζόμενος· ὅτε δὲ τῶν ἀσεβῶν τιμωρὸς καὶ κολαστὴς τῶν Αἰγυπτίων ἔμελλεν ἔσεσθαι, οὐκέτι «ἐν θεῷ ἱκανῷ», ἀλλ' ἐν ἀγγέλῳ διακόνῳ τῆς τιμωρίας καὶ ἐν εἴδει πυρὸς καὶ τῆς ὅσον οὔπω μελλούσης αὐτούς, δίκην ἀγρίας καὶ ἀκανθώδους ὕλης, κατεσθίειν φλογὸς παρεφαίνετο. αἰνίττεσθαι οὖν φασι τὴν μὲν βάτον τὴν τῶν Αἰγυπτίων ἀγρίαν καὶ ἀπηνῆ καὶ ἀνήμερον μοχθηρίαν, τὸ δὲ πῦρ τὴν διαλαβοῦσαν αὐτοὺς τιμωρὸν καὶ κολαστήριον δύναμιν. 5.14.1 Τῆς αὐτῆς. «Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν, ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σέ, καὶ σοὶ πιστεύσουσιν», καὶ ἑξῆς· «ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας ἐν στύλῳ νεφέλης τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρὸς τοῦ φαίνειν αὐτοῖς», καὶ πάλιν· «κατέβη κύριος ἐν στύλῳ νεφέλης», 5.14.2 καὶ αὖθις· «ἡνίκα δ' ἂν εἰσῆλθεν Μωυσῆς εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τὰς θύρας τῆς σκηνῆς, καὶ ἐλάλει τῷ Μωυσεῖ· καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς· καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ». 5.14.3 Ὁ μὲν οὖν λαὸς ἑώρα τὸν στῦλον τῆς νεφέλης, Μωυσεῖ δ' ἐλάλει. τίς δ' ἐλάλει ἢ δηλονότι ὁ στῦλος. τῆς νεφέλης, ὁ πρότερον τοῖς πατράσιν ἐν ἀνθρώπου φανεὶς σχήματι; προαποδέδεικται δὲ ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς οὗτος ἦν, ἕτερος δὲ ὃν θεοῦ λόγον ὑπάρχοντα Χριστὸν ἡμεῖς προσαγορεύομεν, ὃς καὶ τότε τοῦ πλήθους ἕνεκεν Μωσεῖ τε αὐτῷ καὶ τῷ λαῷ ἐν στύλῳ νεφέλης ἐθεωρεῖτο, διὰ τὸ μὴ χωρεῖν αὐτοὺς ὁμοίως τοῖς πατράσιν ἐν ἀνθρώπου σχήματι ὁρᾶν αὐτόν. 5.14.4 τελείων γάρ τοι ἦν τὸ προορᾶν δύνασθαι τὴν μέλλουσαν ἔσεσθαί ποτε εἰς ἀνθρώπους ἔνσαρκον ἐπιφάνειαν αὐτοῦ, ἣν ἐπεὶ μηδὲ τότε οἷός τε ἦν ὁ πᾶς λαὸς χωρεῖν, εἰκότως τοτὲ μὲν αὐτοῖς διὰ πυρός, φόβου χάριν καὶ καταπλήξεως, τοτὲ δὲ διὰ νεφέλης ..., ὡς ἂν ἐπεσκιασμένως καὶ κεκαλυμμένως νομοθετῶν αὐτοῖς ὁρῷτο, ὁμοίως δὲ καὶ τῷ Μωσεῖ δι' αὐτούς. 5.15.1 Τῆς αὐτῆς. Εἶπεν κύριος· «ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἣν ἡτοίμασά σοι. πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ καὶ μὴ ἀπείθει αὐτῷ. οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ' αὐτῷ», καὶ ἐν ἑτέρῳ τόπῳ· «εἶπεν δὲ κύριος πρὸς Μωυσῆν· βάδισον καὶ ὁδήγησον τὸν λαὸν εἰς τὸν τόπον ὃν εἴρηκά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου», καὶ πάλιν· «καὶ εἶπεν κύριος πρὸς Μωυσῆν, πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός», 5.15.2 καὶ ἑξῆς· «καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου». Αὗται ὅτι μὴ ἀγγέλου μόνου θεοῦ δὲ γένοιντ' ἂν φωναί, παντί τῳ πρόδηλον. θεοῦ δὲ τίνος ἢ τοῦ τοῖς προπάτορσιν ἑωραμένου, ὃν ἄγγελον θεοῦ σαφῶς προσεῖπεν ὁ Ἰακώβ; οὗτος δὲ ἦν ἡμῖν ὁ θεοῦ λόγος, ὡς ἂν καὶ θεοῦ παῖς καὶ αὐτὸς θεὸς καὶ κύριος ὠνομασμένος. 5.16.1 Τῆς αὐτῆς. «Ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ», καὶ ἑξῆς· «ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτής», 5.16.2 καὶ ἐπιλέγει· «οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα