134
πεφροντισμένην φιλοσοφίαν, ἐν οἷς φησι 20μὴ μόνον τοῖς ποιήμασιν ἐμφαίνεσθαι τὴν τοῦ δημιουργοῦ μεγαλοπρέπειαν, ἀλλὰ καὶ τοῖς ὀνόμασι δια δείκνυσθαι τὴν τοῦ θεοῦ σοφίαν οἰκείως καὶ προσφυῶς ἑκάστῳ τῶν γενομένων τὰς προση 2.1.404 γορίας ἁρμόσαντος20; ταῦτα Κρατύλῳ τάχα τῷ Πλατω νικῷ διαλόγῳ ἢ αὐτὸς ἐντυχὼν ἤ τινος τῶν ἐντετυχηκότων ἀκούσας διὰ τὴν πολλήν, οἶμαι, πτωχείαν τῶν νοημάτων ἐρράπτει τοῖς ἰδίοις λήροις τὰς ἐκεῖ φλυαρίας, ὅμοιόν τι ποιῶν 2.1.405 τοῖς τὴν τροφὴν ἐκ προσαιτήσεως ἑαυτοῖς συναγείρουσιν. ὡς γὰρ ἐκεῖνοι βραχύ τι παρ' ἑκάστου τῶν ὀρεγόντων δεχόμενοι ἐκ ποικίλων τε καὶ πολυειδῶν τὴν τροφὴν ἑαυτοῖς ἐρανί ζουσιν, οὕτω καὶ ὁ τοῦ Εὐνομίου λόγος διὰ τὴν τοῦ ἀλη θινοῦ ἄρτου πενίαν τὰς πανταχόθεν ψίχας ῥημάτων τε καὶ ὀνομάτων τῷ ἰδίῳ συνερανίζει πόνῳ καὶ τούτου χάριν περι κτυπηθεὶς τῇ καλλιφωνίᾳ τῆς Πλατωνικῆς λέξεως πρέπειν οἴεται δόγμα τῆς ἐκκλησίας τὴν ἐκείνου φιλοσοφίαν ποι 2.1.406 ήσασθαι. πόσαις γάρ, εἰπέ μοι, φωναῖς κατὰ τὰς τῶν ἐθνῶν διαφορὰς ἡ τοῦ στερεώματος κατονομάζεται κτίσις; ἡμεῖς οὐρανὸν τοῦτο λέγομεν, σαμαεὶμ ὁ Ἑβραῖος, ὁ Ῥω- μαῖος καίλουμ καὶ ἄλλως ὁ Σύρος ὁ Μῆδος ὁ Καππαδόκης ὁ Μαυρούσιος ὁ Θρᾷξ ὁ Αἰγύπτιος, οὐδὲ ἀριθμῆσαι ῥᾴδιον τὰς τῶν ὀνομάτων διαφοράς, ὅσαι κατὰ ἔθνος περί τε τοῦ οὐρανοῦ καὶ τῶν λοιπῶν πραγμάτων οὖσαι τυγχάνουσιν. 2.1.407 ποῖον οὖν, εἰπέ, τούτων τὸ προσφυές ἐστιν ὄνομα, ᾧ ἡ μεγαλοπρεπὴς σοφία τοῦ θεοῦ διαδείκνυται; ἂν τὸ Ἑλλη νικὸν τῶν λοιπῶν προτιμήσῃς, ἀντιστήσεταί σοι τυχὸν ὁ Αἰγύπτιος τὸ ἑαυτοῦ προβαλλόμενος· κἂν τῷ Ἑβραϊκῷ τὰ πρωτεῖα νείμῃς, ἀντιπαρεξάγει ὁ Σύρος τὴν ἰδίαν φωνήν· οὐδὲ ὁ Ῥωμαῖος τούτοις τῶν πρωτείων ὑφήσεται καὶ ὁ Μῆδος οὐ δέξεται μὴ τὰ ἑαυτοῦ προτερεύειν καὶ ἐκ τῶν λοιπῶν ἐθνῶν ἕκαστος τὰ ἑαυτοῦ πρὸ τῶν ἄλλων ἀξιώσει 2.1.408 πρωτεύειν. τί οὖν οὐ πείσεται τὸ δόγμα πρὸς τοσαύτας φωνῶν διαφορὰς ὑπὸ τῶν ἀμφισβητούντων διασχιζόμενον; 20ἀλλ' ἐκ τούτων20, φησί, 20καθάπερ νόμων ἐμφανῶς κειμέ νων δηλοῦται τὸ τὸν θεὸν ταῖς φύσεσι πρε πούσας καὶ καταλλήλους ποιεῖσθαι τὰς κλή 2.1.409 σεις20. ὢ τῆς μεγαλοφυΐας τοῦ δόγματος. οἵας ὑπολήψεις ταῖς θείαις διδασκαλίαις ὁ θεολόγος χαρίζεται, ὧν οὐδὲ τοῖς βαλανεῦσι φθονοῦσιν οἱ ἄνθρωποι. καὶ γὰρ ἐκείνοις συγχωροῦμεν ὀνοματοποιεῖν τὰς ἐνεργείας περὶ ἃς πονοῦντες τυγχάνουσι, καὶ οὐδεὶς αὐτοὺς ταῖς ἰσοθέοις τιμαῖς ἀπε σέμνυνεν, ὅτε ποδάνιπτρα καὶ ψιλέθειρα καὶ χειρόμακτρα καὶ τοιαῦτα πολλὰ τοῖς γινομένοις παρ' αὐτῶν ὀνόματα τίθενται, 20προσφυῶς20 δηλοῦντα τῇ ἐμφάσει τῶν ῥημάτων τὸ ὑποκείμενον. 2.1.410 Ἀλλὰ παραδραμοῦμαι καὶ ταῦτα καὶ τὴν Ἐπικούρειον αὐτῶν φυσιολογίαν <τὴν> ἐφεξῆς κειμένην, ἣν ἰσοδυναμεῖν τῇ ἐπινοίᾳ φήσει ὁ τὸ κενὸν καὶ ἄτομον καὶ τὰς τυχαίας τῶν ὄντων γενέσεις συγγενῶς ἔχειν λέγων πρὸς τὸ διὰ τῆς ἐπινοίας δηλούμενον. ὢ πῶς ἐνόησε τὸν Ἐπίκουρον. εἰ τὰς σημαντικὰς τῶν πραγμάτων φωνὰς τῇ λογικῇ δυνάμει τῆς φύσεως ἡμῶν ἀνατίθεμεν, διὰ τοῦτο τὰ ἀμερῆ σώματα καὶ τὰς τῶν ἀτόμων ἀντεμπλοκὰς καὶ συγκρούσεις καὶ ἀποπάλσεις καὶ τὰ τοιαῦτα κατ' Ἐπίκουρον λέγοντες ἐλεγχό 2.1.411 μεθα. σιγάσθω καὶ ὁ προστάτης αὐτοῦ καὶ σύμμαχος τῶν δογμάτων Ἀριστοτέλης, οὗ τὴν δόξαν ἐν τοῖς ἐφεξῆς φησι τοῖς τῆς ἐπινοίας λόγοις συμφέρεσθαι. 20ἐκείνου γάρ20 φησιν 20εἶναι τὸ δόγμα τὸ μὴ διὰ πάντων τῶν ὄντων διήκειν τὴν πρόνοιαν μηδὲ μέχρι τῶν περιγείων διαβαίνειν πραγμάτων, ὅπερ οὗτος σύμφωνον τοῖς κατὰ τὴν ἐπίνοιαν ἐξητασμέ νοις εἶναι20 διϊσχυρίζεται. οὕτως ἐστὶ κρίνειν ἐπεσκεμ μένος δι' ἀκριβείας τὰ δόγματα. ἀλλὰ προϊὼν 20χρῆναί20 φησιν 20ἢ μηδὲ τὴν γένεσιν τῶν ὄντων τῷ θεῷ συγχωρεῖν ἢ δόντας ταύτην μὴ παραιρεῖσθαι 2.1.412 τὴν τῶν ὀνομάτων θέσιν20. καὶ μὴν καὶ περὶ τῶν ἀλόγων, καθὼς φθάσαντες εἰρήκαμεν, τὸ ἐναντίον παρὰ τῆς γραφῆς διδασκόμεθα, ὅτι οὔτε ἐποίησεν ὁ Ἀδὰμ τὰ ζῷα οὔτε ὠνόμασεν ὁ θεός, ἀλλὰ παρὰ τοῦ θεοῦ μὲν ἡ γένεσις, παρὰ δὲ τοῦ ἀνθρώπου τῶν γεγονότων ἡ