135
κλῆσις, 2.1.413 ὡς ὑπὸ τοῦ Μωϋσέως ἱστόρηται. εἶτα λόγων ἡμῖν ἐγκώ μιον τῷ ἰδίῳ διέξεισι λόγῳ, ὥσπερ ἀτιμάζοντός τινος τοῦ λόγου τὴν δύναμιν, καί φησι μετὰ τὴν ἀσύφηλον ἐκείνην καὶ στομφώδη τῶν ῥημάτων συνθήκην 20προνοίας νόμῳ καὶ μέτρῳ τελείῳ συνάψαι τῇ γνώσει καὶ τῇ χρήσει τῶν ἀναγκαίων τὴν μετάδοσιν τῶν ὀνο μάτων20· καὶ πολλὰ τοιαῦτα ἐν βαθεῖ τῷ ὕπνῳ ληρήσας ἐπὶ τὴν ἄμαχόν τε καὶ ἀνανταγώνιστον ἀνάγκην μεταβαίνει 2.1.414 τῷ λόγῳ. λέξω δὲ οὐκ ἐπὶ ῥημάτων, ἀλλ' ἐπὶ μόνης τῆς διανοίας τὸν παρ' ἐκείνου λόγον ἐκθέμενος. 20οὐ ποιηταῖς20, φησίν, 20ἀναθετέον τὴν τῶν ῥημάτων εὕρεσιν τοῖς διαψευσθεῖσιν ἐν ταῖς περὶ θεοῦ ὑπολήψεσιν20. οἷα χαρίζεται τῷ θεῷ ὁ γεννάδας τὰ τῆς ποιητικῆς ἐξου σίας εὑρήματα τῷ θεῷ προσάπτων, ὥστε διὰ τούτου σεμ νότερον τοῖς ἀνθρώποις καὶ ὑψηλότερον τὸν θεὸν δοκεῖν εἶναι, ὅταν πιστεύωσιν οἱ Εὐνομίῳ μαθητευόμενοι τὸ λι κριφὶς καὶ τὸ κάρκαιρε καὶ τὸ εὐρὰξ καὶ τὸ κέραιρε καὶ τὸ φῦ χειρὶ καὶ σίζε καὶ δούπησε καὶ ἀράβησε καὶ κανάχιζε καὶ σμερδαλέον κονάβιζε καὶ λίγξε καὶ ἴαχε καὶ μερμήριξε καὶ πάντα τὰ τοιαῦτα ὅτι οὐ κατ' ἐξουσίαν τινὰ πρὸς τὸ δοκοῦν οἱ ποιηταὶ διεξέρχονται, ἀλλὰ παρ' αὐτοῦ τοῦ θεοῦ τὰ ῥήματα ταῦτα μυσταγωγούμενοι τοῖς 2.1.415 μέτροις ἐνείρουσι. παρείσθω καὶ ταῦτα καὶ τὸ σοφὸν ἐκεῖνο καὶ ἄμαχον ἐπιχείρημα τὸ 20τοὺς ἁγίους τῶν ἀνδρῶν μὴ ἔχειν ἡμᾶς ἐπιδεικνύναι κατὰ τὴν γραφικὴν ἱστορίαν καινὰς ἐπεξευρόντας φω νάς20. εἰ μὲν γὰρ ἀτελὴς ἦν μέχρι τῆς ἀναδείξεως τῶν ἀνδρῶν ἐκείνων ἡ ἀνθρωπίνη φύσις καὶ οὔπω τῇ χάριτι τῇ λογικῇ συμπεπλήρωτο, καλῶς ἔδει παρ' αὐτῶν ἐπιζητεῖσθαι 2.1.416 τὴν τοῦ λείποντος πλήρωσιν· εἰ δὲ εὐθὺς παρὰ τὴν πρώτην ἀπροσδεὴς καὶ τελεία κατὰ τὴν λογικήν τε καὶ διανοητικὴν ἐνέργειαν ἡ φύσις ὑπέστη, πῶς ἄν τις ἔτι κατὰ τὸ εὔκολον ἐπιζητοίη πρὸς σύστασιν τοῦ κατὰ τὴν ἐπίνοιαν λόγου τὸ τοὺς ἁγίους κατάρξαι φωνῶν ἢ ῥημάτων, ἢ εἰ μὴ τοῦτο ἔχοιμεν ἀποδεῖξαι, ἱκανὴν ἑαυτῷ κρίνειν ἀπόδειξιν τοῦ τὸν θεὸν ἡμῖν νενομοθετηκέναι τὰς τοιάσδε συλλαβὰς καὶ τὰ ῥήματα; 2.1.417 20Ἀλλ' ἐπειδή20, φησίν, 20οὐκ ἀναίνεται ὁ θεὸς τὴν πρὸς τοὺς ἑαυτοῦ θεράποντας ὁμιλίαν, ἀκόλουθόν ἐστιν οἴεσθαι αὐτὸν ἐξ ἀρχῆς τὰς προσφυεῖς τῷ πράγματι τεθεῖσθαι προσηγο ρίας20. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; τοῦ μὲν καταδέ χεσθαι τὸν θεὸν τὴν πρὸς ἄνθρωπον ὁμιλίαν αἰτίαν εἶναι 2.1.418 τὴν φιλανθρωπίαν διοριζόμεθα. ἐπεὶ δὲ οὐκ ἐνδέχεται τὸ τῇ φύσει βραχὺ τῶν ἰδίων μέτρων ὑπεραρθῆναι καὶ τῆς ὑπερεχούσης φύσεως τοῦ ὕψους ἐφάψασθαι, τούτου χάριν αὐτὸς πρὸς τὸ ἡμέτερον ἀσθενὲς κατάγων τὴν φιλάνθρωπον δύναμιν, ὡς ἡμῖν δυνατὸν ἦν δέξασθαι, οὕτω τὴν παρ' 2.1.419 ἑαυτοῦ χάριν καὶ ὠφέλειαν νέμει. καθάπερ γὰρ κατὰ τὴν θείαν οἰκονομίαν ὁ ἥλιος τὸ σφοδρὸν τῶν ἀκτίνων καὶ ἄκρατον τῷ διὰ μέσου κατακεράσας ἀέρι σύμμετρον ἐπάγει τοῖς δεχομένοις τὴν αὐγήν τε καὶ τὴν θερμότητα, καθ' ἑαυτὸν ὢν τῇ ἀσθενείᾳ τῆς φύσεως ἡμῶν ἀπροσπέλαστος, οὕτω καὶ ἡ θεία δύναμις καθ' ὁμοιότητα τοῦ ῥηθέντος ἡμῖν ὑποδείγματος ἀπειροπλασίως ὑπεραίρουσα τὴν φύσιν ἡμῶν καὶ ἀπρόσιτος εἰς μετουσίαν οὖσα οἷόν τις μήτηρ εὔσπλαγχνος τοῖς ἀσήμοις τῶν νηπίων κνυζήμασι συνδια ψελλιζομένη τοῦτο νέμει τῇ ἀνθρωπίνῃ φύσει ὃ λαβεῖν δυ νατῶς ἔχει, καὶ διὰ τοῦτο ἐν ταῖς ποικίλαις πρὸς τοὺς ἀνθρώπους θεοφανείαις καὶ κατὰ ἄνθρωπον σχηματίζεται καὶ ἀνθρωπικῶς φθέγγεται καὶ ὀργὴν καὶ ἔλεον καὶ τὰ τοιαῦτα ὑποδύεται πάθη, ὡς ἂν διὰ πάντων τῶν καταλλή λων ἡμῖν χειραγωγοῖτο ἡ νηπιώδης ἡμῶν ζωή, διὰ τῶν τῆς 2.1.420 προνοίας λόγων τῆς θείας φύσεως ἐφαπτομένη. ὅτι γὰρ οὐδενὶ πάθει τῶν καθ' ἡδονὴν ἢ κατ' ἔλεον ἢ ὀργὴν συμ βαινόντων εὐαγές ἐστιν ὑποκεῖσθαι τὸ θεῖον οἴεσθαι, οὐδεὶς <ἂν> ἀντείποι τῶν καὶ μετρίως ἐπεσκεμμένων τὴν περὶ τῶν ὄντων ἀλήθειαν· ἀλλ' ὅμως καὶ εὐφραίνεσθαι κύ ριος λέγεται ἐπὶ τοῖς δούλοις αὐτοῦ καὶ ὀργίζεσθαι θυμῷ ἐπὶ τὸν ἐπταικότα λαὸν καὶ ἐλεεῖν πάλιν ὃν ἂν ἐλεήσῃ καὶ οἰκτείρειν ὡσαύτως, δι' ἑκάστου οἶμαι τῶν