136
τοιούτων ῥημά των τοῦτο τοῦ λόγου ἡμᾶς παιδεύοντος, ὅτι διὰ τῶν ἡμετέ ρων ἰδιωμάτων ἡ τοῦ θεοῦ πρόνοια τῇ ἀσθενείᾳ ἡμῶν ἐπιμίγνυται, ὡς ἂν οἵ τε πρὸς ἁμαρτίαν ῥέποντες φόβῳ τῆς τιμωρίας ἑαυτοὺς τῶν κακῶν ἀνέχοιεν οἵ τε προειλημ μένοι μὴ ἀπογινώσκοιεν τὴν ἐκ μεταμελείας ἐπάνοδον πρὸς τὸν ἔλεον βλέποντες, καὶ οἱ δι' ἀκριβοῦς πολιτείας κατορ θοῦντες τὸν βίον μᾶλλον ταῖς ἀρεταῖς ἐπαγάλλοιντο, ὡς εὐφραίνοντες τῷ ἰδίῳ βίῳ τὸν τῶν ἀγαθῶν γινόμενον ἔφορον. 2.1.421 ὥσπερ δὲ οὐκ ἔστι κωφὸν ὀνομάσαι τὸν διὰ σχημάτων τῷ κωφῷ καθὼς ἐπαΐειν πέφυκεν ὁμιλοῦντα, οὕτως οὐδὲ ἀν θρώπινον λόγον περὶ τὸν θεὸν οἰηθῆναι, ἐπειδὴ πρὸς ἀν θρώπους αὐτῷ κατ' οἰκονομίαν ἐχρήσατο. καὶ γὰρ ἡμεῖς κλωγμῷ καὶ ποππυσμῷ καὶ συρίγματι τὰ ἄλογα διευθύνειν εἰώθαμεν, ἀλλ' οὐ τοῦτο ἡμῖν ὁ λόγος ἐστὶν ᾧ τῆς τῶν ἀλόγων ἀκοῆς καθικνούμεθα, ἀλλὰ πρὸς μὲν ἡμᾶς αὐτοὺς τῇ φύσει κεχρήμεθα, τοῖς δὲ ἀλόγοις ὁ κατάλληλος ψόφος καὶ ὁ ποιὸς διὰ τοῦ σχήματος ἦχος πρὸς τὴν χρείαν ἐξήρ κεσεν. 2.1.422 Ἀλλ' οὐ βούλεται τοῖς ἡμετέροις ὁ εὐλαβὴς οὗτος τὸν θεὸν κεχρῆσθαι διὰ τὴν πρὸς κακίαν ἡμῶν ῥοπήν, ἀγνοῶν ὁ φίλτα τος ὅτι δι' ἡμᾶς οὐδὲ κατάρα καὶ ἁμαρτία γενέσθαι ἀπέσχετο. τοσοῦτον αὐτῷ περίεστι τῆς φιλανθρωπίας ὡς οὐχὶ τῶν ἀγαθῶν μόνον, ἀλλὰ καὶ τῶν κακῶν τῶν ἡμετέρων ἑκουσίως εἰς πεῖραν ἐλθεῖν. ὁ δὲ τῶν κακῶν τὴν κοινωνίαν καταδεξά μενος πῶς ἂν τοῦ καλλίστου τῶν ἡμετέρων, φημὶ δὲ τοῦ 2.1.423 λόγου, τὴν μετουσίαν ὤκνησεν; ἀλλὰ τὸν ∆αβὶδ εἰς συνηγορίαν προβάλλεται καί φησιν 20ἐκεῖνον λέγειν παρὰ τοῦ θεοῦ τοῖς πράγμασι τὰ ὀνόματα τεθεῖσθαι διὰ τὸ γεγράφθαι τοῦτον τὸν τρόπον· Ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν20. ἐγὼ δὲ πρόδηλον μὲν ἡγοῦμαι παντὶ τῷ νοῦν ἔχοντι τὸν περὶ τούτων λόγον ὡς οὐδεμίαν ἔχει κοινωνίαν πρὸς τὸ προκείμενον. ἐπειδὴ δέ τινας εἰκὸς ἀνεπισκέπτως τῷ λόγῳ προστίθεσθαι, 2.1.424 βραχέα περὶ τούτων διαληψόμεθα. οἶδε πολλάκις ἡ θεία γραφὴ τοιαύτας τῷ θεῷ περιτιθέναι φωνάς, ὡς μηδὲν ἀπᾴδειν αὐτὰς τῶν ἡμετέρων δοκεῖν οἷον τὸ Ὠργίσθη θυμῷ κύριος καὶ Μετενόησεν ἐπὶ τῇ κακίᾳ αὐτῶν καὶ Μετεμελήθη χρίσας τὸν Σαοὺλ εἰς βασιλέα καὶ Ἐξη-γέρθη ὡς ὁ ὑπνῶν κύριος, καὶ ἔτι πρὸς τούτοις καθέδραν καὶ στάσιν καὶ κίνησιν καὶ πολλὰ τοιοῦτα διέξεισιν, ἃ φύσει μὲν περὶ τὸν θεὸν οὐκ ἔστι, πρὸς δὲ τὴν οἰκονομίαν τῶν 2.1.425 παιδευομένων οὐκ ἀχρήστως ἔχει. τούς τε γὰρ ἐκλυτω τέρους ἡ τῆς ὀργῆς ἔνδειξις συστέλλει τῷ φόβῳ καὶ τοῖς δεομένοις τοῦ τῆς μετανοίας φαρμάκου συμμετανοεῖν ἐπὶ τῇ κακίᾳ λέγει τὸν κύριον, τοῖς δ' αὖ ἐν εὐπραγίαις τισὶ πρὸς ὕβριν ἐκφερομένοις τὸ μὴ παραμένειν αὐτοῖς τὴν εὐημερίαν, κἂν ἐκ θεοῦ τὸ τοιοῦτον εἶναι δοκῇ, διὰ τῆς ἐπὶ τοῦ Σαοὺλ μεταμελείας προδείκνυσι, τοῖς τε μὴ ἐμβαθύνουσι τῷ πτώ ματι τῆς ἁμαρτίας, ἀλλὰ καθάπερ ἐξ ὕπνου τινὸς τοῦ μα ταίου βίου διαναστᾶσι συνανίστασθαι τὸν θεὸν καὶ συναφ υπνίζεσθαι λέγει, ἑστάναι δὲ τοῖς ἀκλινῶς ἐπὶ τοῦ καλοῦ βεβηκόσι, καὶ καθέζεσθαι τοῖς ἐν τῷ καλῷ καθιδρυμένοις, κινεῖσθαι δ' αὖ πάλιν καὶ περιπατεῖν ἐπὶ τῶν μετακινηθέν 2.1.426 των ἀπὸ τῆς ἐν τῷ καλῷ παγιότητος· ὡς ἐπὶ τοῦ Ἀδὰμ ἡ ἱστορία διέξεισι περιπατοῦντα τὸ δειλινὸν ἐν τῷ παραδείσῳ τὸν θεὸν διαγράφουσα, τῷ μὲν δειλινῷ τὴν πρὸς τὰ σκοτεινὰ τοῦ πρωτοπλάστου ῥοπὴν διασημαίνουσα, τῇ δὲ κινήσει τὸ ἀπαγὲς τοῦ ἀνθρώπου περὶ τὸ καλὸν καὶ τὸ ἄστατον. 2.1.427 Ἀλλὰ ταῦτα μὲν τοῖς πολλοῖς πόρρωθεν ἴσως ὡς πρὸς τὴν προτεθεῖσαν ἡμῖν θεωρίαν εἶναι δόξει, ἐκεῖνο δὲ οὐκ ἄν τις ἀπᾴδειν εἴποι τοῦ προκειμένου, ὅτι πολλοὶ τὸ ἑαυτοῖς ἄληπτον οὐδὲ θεῷ ληπτὸν εἶναι νομίζουσιν, καὶ ὅπερ ἂν ἐκφύγῃ τὴν ἑαυτῶν κατανόησιν, περισσότερον εἶναι 2.1.428 τοῦτο καὶ τῆς θείας δυνάμεως οἴονται. ἐπειδὴ τοίνυν τοῦ ποσοῦ μέτρον ἡμεῖς τὸν ἀριθμὸν πεποιήμεθα, ὁ δὲ ἀριθμὸς οὐδὲν ἕτερον ἢ σύνθεσις μονάδων ἐστί, ποικίλως τῆς μο νάδος εἰς πλῆθος ἐπαυξομένης (μονὰς γὰρ καὶ ἡ δεκὰς κατὰ σύνθεσιν μονάδων πρὸς τοῦτο περαινομένη, μονὰς πάλιν ἡ ἑκατοντὰς ἐκ δεκάδων συντιθεμένη, ὡσαύτως καὶ ἡ χιλιὰς ἄλλη μονὰς καὶ ἡ μυριὰς ὁμοίως