137
ἐπεῖδεν τὴν ἑαυτοῦ τάξιν;» 5.20.3 καὶ πάλιν· «ἢ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῷον, καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς; ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δ' ὑπερηφάνων συνέτριψας; ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;» 5.20.4 καὶ ἐπὶ τέλει τοῦ παντὸς χρησμοῦ ἀποκρίνεται Ἰὼβ τῷ κυρίῳ λέγων· «ἄκουσον δή μου, κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέν σε· διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν». 5.20.5 Ὅτι μὲν οὖν κυρίου τοῦ δημιουργοῦ τυγχάνουσιν αἱ προκείμεναι φωναί, οὐκ ἐκ τῶν προτεθέντων μόνον ἀλλὰ καὶ ἐκ τῶν σοι φαινομένων διαγνῶναι ῥᾴδιον. ὅτι δὲ τὸ «ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας»; καὶ τὸ «ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν»; τὴν εἰς ᾅδου κάθοδον τοῦ σωτῆρος ἡμῶν θεσπίζει κατὰ τὸν προσήκοντα καιρὸν ἀποδείξομεν, τοσοῦτον νῦν ἐπισημηνάμενοι, ὡς μᾶλλον τῷ θεῷ λόγῳ ἤπερ τῷ θεῷ τῶν ὅλων τὰ κατὰ τὸν τόπον ἀνατιθέναι προσήκει. 5.20.6 ὁ γοῦν Ἰὼβ ἑξῆς ὁμοίως τοῖς πατράσιν αὐτὸν δὴ τοῦτον τὸν ἐν ἀρχαῖς «διὰ λαίλαπος καὶ νεφῶν» χρηματίζοντα αὐτῷ κύριον αὐτοψίᾳ τεθεωρηκέναι μαρτυρεῖ, λέγων· «ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέν σε. διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν». 5.20.7 πῶς δ' ἂν τὸν ἀνωτάτω θεόν, τὸν τῶν ὅλων ἐπέκεινα, τὴν ἄτρεπτον καὶ ἀγέννητον οὐσίαν, σάρκα περιβεβλημένη ψυχὴ καὶ ὀφθαλμοὶ θνητῶν θεάσαιντο, εἰ μὴ ἄρα σαφῶς κἀνταῦθα ὑποβαίνοντα τοῦ οἰκείου μεγέθους τὸν θεὸν λόγον, τὸν διαφόρως ἀποδεικνύμενον κύριον, εἴποιμεν ἂν παρίστασθαι, ὡς ἔστιν καὶ ἐξ αὐτῶν τῶν χρησμῶν μαθεῖν, δι' ὧν αὖθις ὁ κύριος, πρὸς τὸν Ἰὼβ τὰ περὶ τοῦ διαβόλου ὡς περὶ δράκοντος διιών, ἐπεχείρει· «οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι;» 5.20.8 δράκοντα γὰρ ἡτοιμάσθαι ποίῳ κυρίῳ προσήκει νομίζειν ἢ τῷ θεῷ λόγῳ καὶ σωτῆρι ἡμῶν; ὃς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου πάλαι πρότερον πολιορκοῦντα τὸ τῶν ἀνθρώπων γένος καθεῖλεν, «λύσας τὰς ὠδῖνας τοῦ θανάτου», ὃ καὶ αὐτὸς παρίστησιν φήσας· «ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;» 5.20.9 ταῦτα δὲ εἰκότως πρὸς τὸν Ἰὼβ χρηματίζει μετὰ τὸν μέγαν πειρασμὸν ὃν ὑπέμεινε καὶ ἀγῶνα, διδάσκων αὐτὸν ὅτι ὑπὲρ μέρους ἠγώνισται, τοῦ μείζονος καὶ κραταιοτέρου πολέμου καὶ ἀγῶνος αὐτῷ τῷ κυρίῳ πεφυλαγμένου κατὰ τὸν καιρὸν τῆς εἰς τὸν θάνατον αὐτοῦ παρουσίας. 5.21.1 Ἀπὸ τοῦ ʹ Ψαλμοῦ. «Ὅτι σύ, κύριε, ἐλπίς μου· τὸν ὕψιστον ἔθου καταφυγήν σου. οὐ προσελεύσεται πρός σε κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ· ἐπὶ χειρῶν ἀροῦσί σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.» 5.21.2 Ταύταις ὁ διάβολος ἐν τῷ κατὰ τοῦ σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται ταῖς λέξεσιν. ὅρα δὴ οὖν τίνα τρόπον ὁ ψαλμὸς πρὸς αὐτὸν τὸν κύριόν φησι· «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου». σὺ γὰρ αὐτός, φησίν, ἡ ἐμὴ ἐλπίς, ὦ κύριε, μείζονα σαυτοῦ τὸν θεὸν αὐτὸν τὸν ὕψιστον καὶ ἐπὶ πάντων καὶ σαυτοῦ πατέρα καταφυγὴν ἔθου, δι' ὃν «οὐ προσελεύσεται πρὸς σὲ κακά», πρὸς σὲ τὸν ἐμὸν κύριον, «καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου»· 5.21.3 κἂν γὰρ ἀσεβεῖς ἄνδρες ἐπιχειρήσωσιν ἐνανθρωπήσαντά σε μαστίζειν κἂν τῷ θανάτῳ παραδιδόναι, ἀλλ' οὔτι γε ἡ ἐκ θεοῦ μάστιξ τῷ σῷ προσεγγιεῖ σκηνώματι, τοῦτ' ἔστιν σώματι, ὃ δηλονότι δι' ἡμᾶς ἐνανθρωπήσας περιβέβληται. τούτοις ἀκολούθως ἐφαρμόσεις αὐτῷ τὰ δι' ὅλου τοῦ ψαλμοῦ δηλούμενα, ἃ καὶ αὐτοὶ κατὰ