137
ἀναλόγως ἐκ πολλαπλασιασμοῦ, ἡ μὲν ἐκ χιλιάδων, ἡ δὲ ἐξ ἑκατοντάδων πρὸς τοῦτο κεφαλαιουμένη, ἅπερ ἅπαντα τοῖς ὑποκειμένοις ἐπιμερίζοντες σημεῖα τῆς ποσότητος τῶν ἀριθμουμένων 2.1.429 πραγμάτων ποιούμεθα)· ὡς ἂν οὖν παιδευθείημεν παρὰ τῆς θείας γραφῆς τὸ μηδὲν ἄγνωστον εἶναι τῷ θεῷ, ἐξη ριθμῆσθαι παρ' αὐτοῦ λέγει τὸ πλῆθος τῶν ἄστρων, οὐ τοῦτον τὸν τρόπον γινομένης τῆς ἀριθμήσεως (τίς γὰρ οὕτως εὐήθης ὡς τῷ περιττῷ καὶ ἀρτίῳ τὸν θεὸν οἴεσθαι διαλαμβάνειν τὰ ὄντα καὶ διὰ τῆς τῶν μονάδων συνθέσεως πρὸς τὸ κεφάλαιον τῆς ἀθροιζομένης ποσότητος τὸν ἀριθ μὸν συμπεραίνειν;)· ἀλλ' ἐπειδὴ ἐν ἡμῖν ἀκριβὴς τοῦ ποσοῦ γνῶσις ἐκ τοῦ ἀριθμοῦ γίνεται, ὡς ἂν καὶ περὶ τοῦ θεοῦ παιδευθείημεν ὅτι πάντα τῇ γνώσει τῆς σοφίας αὐτοῦ περιείληπται καὶ οὐδὲν ἐκφεύγει τὴν ἀκριβῆ κατανόησιν, τού του χάριν ἀριθμεῖν τὰ ἄστρα τὸν θεὸν διωρίσατο, τοῦτο δι' ὧν λέγει νοεῖν συμβουλεύων, μὴ κατὰ τὸ μέτρον τῆς ἡμετέρας γνώσεως καὶ τὸ θεῖον οἴεσθαι τῶν ὄντων ἐφά πτεσθαι, ἀλλὰ τὰ ἡμῖν ἄληπτά τε καὶ ἀνεπινόητα πάντα 2.1.430 τῇ γνώσει τῆς θείας σοφίας ἐμπεριείργεσθαι. τῶν γὰρ ἄστρων διὰ τὸ πλῆθος ἐκφευγόντων τὸν ἀριθμὸν ὡς πρὸς ἀνθρωπίνην ἐπίνοιαν, ἀπὸ μέρους τὸ πᾶν ἐκδιδάσκων ὁ λόγος ἐκ τοῦ ταῦτα κατηριθμῆσθαι παρὰ τοῦ θεοῦ λέγειν τὸ μηδὲν τῶν ἡμῖν ἀγνώστων ἐκφεύγειν τοῦ θεοῦ τὴν γνῶσιν διαμαρτύρεται. διὰ τοῦτό φησιν Ὁ ἀριθμῶν πλήθη ἄστρων, οὐκ ἀγνοῶν δηλαδὴ πρὶν ἐξαριθμῆσαι τὴν τῶν ἄστρων ποσότητα. πῶς γὰρ εἰκὸς αὐτὸν ἀγνοεῖν ὃ ἐποίη 2.1.431 σεν; ὁ γὰρ τοῦ παντὸς ἐπιστάτης οὐκ ἂν ἀγνοοίη τὸ ἐμ περιειλημμένον τῇ περιεκτικῇ τῶν ὅλων δυνάμει. τί δήποτε οὖν ἀριθμεῖ ὅπερ ἐπίσταται; τῶν γὰρ ἀγνοούντων ἐστὶ τὸ τῷ ἀριθμῷ διαμετρεῖν τὴν ποσότητα, ὁ δὲ τὰ πάντα εἰδὼς πρὸ γενέσεως ἀριθμοῦ διδασκάλου πρὸς τὴν τῶν ὑποκειμένων γνῶσιν οὐκ ἐπιδέεται. ἀλλὰ μὴν ἀριθμεῖν λέγεται παρὰ τοῦ ∆αβίδ· δηλονότι πρὸς τὴν ἡμετέραν διδασκαλίαν κατὰ τὸ ἡμῖν χωρητὸν τοῦ λόγου πρὸς σαφήνειαν κατιόντος τὸ ἀκριβῶς εἰδέναι τὰ ἡμῖν ἄγνωστα διὰ τῆς τοῦ ἀριθμοῦ 2.1.432 σημασίας ὁ ∆αβὶδ ἐνεδείξατο. ὥσπερ οὖν ἀριθμεῖν λέγεται οὐδὲν τῆς ἀριθμητικῆς περιόδου πρὸς τὴν τῶν ὄντων γνῶσιν ἐπιδεόμενος, οὕτως καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλεῖν ἡ προφητεία λέγει, οὐ ταύτην οἶμαι τὴν διὰ τῆς φωνῆς κλῆ σιν ὑποσημαίνουσα. ἦ γὰρ ἂν εἰς ἄτοπόν τι καὶ ἀνάξιον τῆς περὶ θεοῦ ὑπολήψεως ὁ λόγος προϊὼν καταλήγοι, εἴπερ ταῦτα λέγοι τὰ ὀνόματα παρὰ τοῦ θεοῦ τεθεῖσθαι τοῖς 2.1.433 ἄστροις τὰ ἐν τῇ συνηθείᾳ ἡμῶν ἀναστρεφόμενα. εἰ γὰρ ταῦτά τις δοίη θεόθεν ἐπικεκλῆσθαι, ἀνάγκη πᾶσα καὶ τῶν Ἑλληνικῶν εἰδώλων ἐκεῖθεν οἴεσθαι τὴν κλῆσιν ἐπι πεφημίσθαι τοῖς ἄστροις καὶ ὅσα τῆς μυθικῆς ἱστορίας ἐπιλέγεται τοῖς ἀστρῴοις ὀνόμασιν ἀληθῆ νομίσαι, ὡς τοῦ θεοῦ τὰς τοιαύτας αὐτοῖς ἐπικυροῦντος φωνάς. οὕτως ἡ ἑβδομὰς τῶν ἐμπεριεχομένων τῷ παντὶ πόλῳ τοῖς Ἑλληνι κοῖς εἰδώλοις ἐπιμερισθεῖσα ἔξω μέμψεως τοὺς πρὸς ταῦτα πεπλανημένους ποιήσει, εἴπερ ἐκ θεοῦ πιστευθείη τοῦτο 2.1.434 διατετάχθαι. οὕτως ὁ κατὰ τὸν Ὠρίωνα καὶ Σκορπίον μῦθος εἰς πίστιν ἄγεται καὶ τὰ περὶ τῆς Ἀργοῦς διηγήματα καὶ ὁ Κύκνος καὶ ὁ Ἀετὸς καὶ ὁ Κύων ἥ τε κατὰ τὸν Στέφανον τῆς Ἀριάδνης μυθοποιΐα, καὶ τοῦ ζῳοφόρου κύ-κλου τῶν κατά τινα σχηματισμὸν ἐπινοηθέντων τοῖς φαινο μένοις ὀνομάτων θεὸν εὑρετὴν ὑπονοεῖσθαι κατασκευάσει, εἴπερ καλῶς ὁ Εὐνόμιος οἴεται τὸν ∆αβὶδ λέγειν ὅτι ταῦτα αὐτοῖς τὰ ὀνόματα ὁ θεὸς ἐπιτίθησι. 2.1.435 Ἐπεὶ οὖν ἄτοπον τῶν τοιούτων ὀνομάτων τὸν θεὸν εὑρετὴν οἴεσθαι, ὡς ἂν μὴ καὶ τὰ τῶν εἰδώλων ὀνόματα ἐκεῖθεν τὴν ἀρχὴν ἐσχηκέναι δοκοίη, καλῶς ἂν ἔχοι μὴ ἀνεξετάστως τὸ ῥηθὲν παραδέξασθαι, ἀλλὰ καθ' ὁμοιότητα τῶν κατὰ τὸν ἀριθμὸν ἡμῖν νενοημένων καὶ τὸν ἐν τούτῳ νοῦν κατανοῆσαι. ἐπειδὴ γὰρ ἐν ἡμῖν μαρτύριον τῆς ἀκριβοῦς ἐστι γνώσεως τὸ ἐξ ὀνόματος παρ' ἡμῶν προσκαλεῖσθαι τὸν γνώριμον, διδάσκει διὰ τούτων ἡμᾶς ὅτι τῶν ἡμῖν ἀλήπτων οὐ μόνον τὸ πλήρωμα τῆς ἐν κεφαλαίῳ ἀθροιζομένης πο σότητος διαλαμβάνει τῇ γνώσει ὁ τὸ πᾶν περιέχων, ἀλλὰ 2.1.436 καὶ τὰ καθ' ἕκαστον δι'