138
τὸν οἰκεῖον καιρὸν ἐπιθεωρήσομεν. 5.22.1 Ἀπὸ τοῦ Ὠσηέ. «Οὐ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἰακώβ, ὅτι θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. ὀπίσω κυρίου πορεύσομαι.» Ταῦτα καὶ διὰ τούτων ὅσα ὁ θεὸς λόγος ἐνανθρωπήσας πρὸς τοὺς ἄνθρωπον αὐτὸν ἅγιον ἀλλ' οὐ θεὸν εἶναι ὁμολογοῦντας. «θεὸς ἐγώ εἰμι», φησί, «καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος». 5.22.2 εἶτα θεὸν αὐτὸν εἰπών, τὸν ἐπὶ πάντων κύριον καὶ θεὸν καὶ πατέρα ἑαυτοῦ δηλοῖ, ἐπιλέγων «ὀπίσω κυρίου πορεύσομαι». τὸ δὲ «οὐκ εἰσελεύσομαι εἰς πόλιν» ἀρνουμένου ἂν εἴη τὴν κοινὴν καὶ δημώδη ἀνθρώπων πολιτείαν, ἧς καὶ τοὺς ἰδίους μαθητὰς ἀποτρέπων φησίν· «εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε». 5.23.1 Ἀπὸ τοῦ Ἀμώς. «Κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός, καὶ οὐδ' οὕτως ἐπεστρέψατε πρός με, λέγει κύριος.» Κἀνταῦθα αὐτὸς ὁ κύριος θεόν τινά φησιν τὴν ἐπὶ Σοδόμων καταστροφὴν πεποιηκέναι, ἕτερος ὢν δηλαδὴ τοῦ πρὸς αὐτοῦ δηλουμένου. 5.23.2 καὶ ἐν τῇ ἐπὶ Σοδόμων δὲ καταστροφῇ δύο κύριοι παρίστανται, ὅτε ἔβρεξεν ὁ κύριος «πῦρ παρὰ κυρίου» ἐπὶ Σόδομα καὶ Γόμορρα. ὁποίαν τοιγαροῦν, φησίν, διὰ τὰς ἐκτόπους δυσσεβείας ὑπέμεινεν καταστροφὴν τὰ Σόδομα, τοιαῦτα καὶ ὑμεῖς, ὦ οὗτοι, πείσεσθε, «καὶ οὐδ' οὕτως ἐπεστρέψατε πρός με». σύνηθες δὲ τῇ γραφῇ τὸ μέλλον ὡς παρεληλυθὸς δηλοῦν, ὥστε καὶ τὰ παρόντα ὁμοίως χρὴ νοεῖν, ἀντὶ μὲν τοῦ «καταστρέψω», μέλλοντος, τοῦ παρωχημένου εἰρημένου, τοῦ «κατέστρεψα», ἀντὶ δὲ τοῦ «ἐπιστραφήσεσθε» τοῦ «ἐπεστρέψατε» κειμένου. 5.23.3 ταῦτα δὲ πρὸς τὸ Ἰουδαίων ἔθνος ἀποτείνεται, ἃ καὶ οὐδ' ἄλλοτε ἢ μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν εἰς αὐτοὺς ἐπληροῦτο. ὁ γοῦν ἱερὸς αὐτῶν καὶ τὸ πρὶν ἅγιος τόπος εἰς τοῦτο νῦν περιῆλθεν, ὡς κατὰ μηδὲν τῆς Σοδόμων καταστροφῆς ἀποδεῖν. πλὴν ὅμως καίπερ ἀκόλουθα τῇ προρρήσει πεπονθότες, οὔπω καὶ εἰς δεῦρο τὴν πρὸς τὸν Χριστὸν τοῦ θεοῦ, δι' ὃν ταῦτα πεπόνθασιν, ἐπιστροφὴν ἐποιήσαντο· ὡς εἰκότως καὶ τοῦτο διὰ τῆς ἐν χερσὶν θεσπίζεσθαι προφητείας λεγούσης· «καὶ οὐδ' ὣς ἐπεστρέψατε πρός με, λέγει κύριος». 5.24.1 Ἀπὸ τοῦ Ἀβδιοῦ. «Ὅρασις Ἀβδιοῦ. τάδε λέγει κύριοτῇ Ἰδουμαίᾳ, ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν.» Κύριος ὁ θεὸς ἀκοὴν ἤκουσεν παρὰ κυρίου, καὶ αὕτη δὲ ἦν περὶ τῆς τῶν ἐθνῶν κλήσεως. Ἀπὸ τοῦ Ζαχαρίου. «Τάδε λέγει κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς», εἶτ' ἐπιφέρει μετὰ βραχέα λέγων· «καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέν με». Εἰ καὶ ὁ ἀποστέλλων κύριος κύριός ἐστιν παντοκράτωρ, καὶ ὁ ἀπεστάλθαι λέγων ὡσαύτως, δύο ἄρα. σαφῶς δὲ ὁ ἀπεσταλμένος «κύριος παντοκράτωρ ἐπὶ τὰ ἔθνη», φησίν, «ἀπέσταλκέν με». Τοῦ αὐτοῦ. «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρός σε», καὶ τὰ ἑξῆς. οἷς μεθ' ἕτερα ἐπιλέγει· «καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος». 5.26.2 Καὶ ταῦτα τοῖς προτέροις ὅμοια, τὴν τοῦ Χριστοῦ εἰς ἀνθρώπους παρουσίαν καὶ τὴν γενομένην τῶν ἐθνῶν σωτήριον δι' αὐτοῦ κλῆσιν ἀναφωνοῦντα. ἐγὼ μὲν οὖν αὐτὸς ὁ κύριος ἥξω, φησίν, ἐπὶ δὲ τῇ ἐμῇ παρουσίᾳ οὐκέθ' ὁ πάλαι Ἰσραὴλ ἀλλ' οὐδὲ ἓν μόνον ἐπὶ γῆς ἔθνος, ἔθνη δὲ πολλὰ καταφεύξονται ἐπὶ τὸν κρείττονα καὶ μέγαν κύριον, τὸν ἐμοῦ τε αὐτοῦ καὶ τῶν ὅλων θεόν, ἐφ' ὃν τὰ καταφεύγοντα ἔθνη τοσαύτης τεύξεται εὐεργεσίας, ὡς καὶ χρηματίσαι καὶ γενέσθαι λαὸν θεοῦ, κατοικῆσαί τε ἐν μέσῳ τῆς καλουμένης θυγατρὸς Σιών. οὕτω δὲ τὴν ἐπὶ γῆς ἐκκλησίαν τοῦ θεοῦ, ὥσπερ τινὰ θυγατέρα τυγχάνουσαν τῆς ἐπουρανίου, τοῖς ἱεροῖς γράμμασιν ἀποκαλεῖν φίλον.