138
ἀκριβείας ἐπίσταται. τούτου χάριν οὐ μόνον ἐξηριθμηκέναι τὰ πλήθη τῶν ἄστρων αὐτὸν ὁ λόγος φησίν, ἀλλὰ καὶ ἐξ ὀνόματος ἕκαστον προσκαλεῖσθαι, ὅπερ σημαίνει τὸ μέχρι τῶν λεπτοτέρων διήκειν αὐτοῦ τὴν ἀκρίβειαν καὶ οὕτως ἀκριβῶς ἐπιγινώσκειν τὰ καθ' ἕκαστον, ὡς ὁ ἄνθρωπος τὸν δι' ὀνόματος αὐτῷ γνωριζόμενον. εἰ δέ τις λέγοι ἄλλας εἶναι τὰς παρὰ τοῦ θεοῦ τοῖς ἄστροις ἐπικειμένας φωνάς, ἃς ἀγνοεῖν οἴεται τὴν ἀνθρωπίνην χρῆσιν, περὶ ὧν ὑπολαμβάνει τὸν ∆αβὶδ εἰρηκέναι, πόρρω 2.1.437 τῆς ἀληθείας ὁ τοιοῦτος ἀποπλανᾶται. εἰ γὰρ ἦν ἕτερα ἐπὶ τῶν ἄστρων ὀνόματα, οὐκ ἂν ἡ θεία γραφὴ τούτων ἐποιεῖτο μνήμην τῶν ὀνομάτων, ἃ ἐν τῇ καταχρήσει τῆς Ἑλληνικῆς συνηθείας ἐστίν, Ἠσαΐου μὲν λέγοντος Ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα Νότου,τοῦ δὲ Ἰὼβ τὸν Ὠρίωνα καὶ τὴν Ἀσηρὼθ ὀνομάζοντος,ὡς ἐκ τούτου δῆλον εἶναι, ὅτι τοῖς ἐν τῷ βίῳ τετριμμένοις ὀνόμασι πρὸς διδασκαλίαν ἡμῶν συγκέχρηται ἡ θεία γραφή. οὕτω καὶ Ἀμαλθείας κέρας ἐν τῷ Ἰὼβ ἀκηκόαμεν καὶ παρὰ τῷ Ἠσαΐᾳ Σειρῆνας, τοῦ μὲν τὸ πάμφορον τῶν ἀγα θῶν ἐκ τῆς Ἑλληνικῆς ὑπονοίας οὕτω κατονομάζοντος, Ἠσαΐου δὲ τὴν ἐξ ἀκοῆς ἡδονὴν τῷ τῶν Σειρήνων παρα 2.1.438 δηλοῦντος ὀνόματι. ὥσπερ οὖν ἐνταῦθα τοῖς ἐκ τῶν μυθι κῶν διηγημάτων ὀνόμασιν ὁ θεόπνευστος συνεχρήσατο λόγος, πρὸς τὸ τῶν ἀκουόντων χρήσιμον βλέπων, οὕτω κἀκεῖ τὰς ἐκ τῆς ἀνθρωπίνης ἐπινοίας τοῖς ἄστροις ἐπικληθείσας φωνὰς εἶπεν ἀνεπαισχύντως ὁ λόγος, διδάσκων ὅτι πᾶν πρᾶγμα τὸ ὁπωσοῦν παρὰ τοῖς ἀνθρώποις ὀνομαζόμενον ἐκ 2.1.439 θεοῦ τὴν ὕπαρξιν ἔχει, τὸ πρᾶγμα, οὐχὶ τὸ ὄνομα. οὐ γὰρ ὁ ὀνομάζων, ἀλλ' ὁ ποιῶν, φησί, Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον. οὐκοῦν ἱκανῶς οἶμαι διὰ τῶν εἰρημένων καὶ τὸν ∆αβὶδ τῆς ἡμετέρας ὑπολήψεως σύμμαχον ἀποδεδεῖχθαι, οὐ τὸ κατονομάζειν τὸν θεὸν τὰ ἄστρα διὰ τῆς προφητείας διδάσκοντα, ἀλλὰ τὸ ἀκριβῶς γινώσκειν κατὰ τὴν τῶν ἀν θρώπων συνήθειαν τῶν ἐκείνους μάλιστα δι' ἀκριβείας ἐπισταμένων, οὓς καὶ ὀνομαστὶ προσκαλεῖσθαι διὰ πολλὴν συνήθειαν δύνανται. 2.1.440 Εἰ δὲ χρὴ καὶ τὴν παρὰ τῶν πολλῶν ἐπὶ τοῖς ῥητοῖς τούτοις τῆς ψαλμῳδίας ἐκθέσθαι διάνοιαν, πολὺ μᾶλλον ἀπελεγχθήσεται τὸ μάταιον τῆς Εὐνομίου περὶ τούτων οἰή σεως. λέγουσι γὰρ οἱ ἐπιμελέστερον ἐξητακότες τὸν νοῦν τῆς θεοπνεύστου γραφῆς ὅτι οὐ πάντα τὰ ὄντα τῆς θείας ἐστὶν ἐξαριθμήσεως ἄξια· ἔν τε γὰρ τοῖς εὐαγγελικοῖς συσσιτίοις τοῖς γεγονόσι κατὰ τὴν ἔρημον οὔτε τὸ νηπιῶδες οὔτε τὸ γυναικεῖον ἀριθμοῦ ἄξιον ἐνομίσθη, καὶ ἐν τῇ ἐξόδῳ τοῦ Ἰσραηλίτου λαοῦ μόνοι τῷ ἀριθμῷ κατελέγησαν οἱ ἤδη κατὰ τῶν ἐχθρῶν ὅπλα φέρειν καὶ ἀριστεύειν δυνά 2.1.441 μενοι. οὔτε γὰρ πάντων τὰ ὀνόματα τοιαῦτά ἐστιν ὡς διὰ τοῦ θείου στόματος φέρεσθαι, ἀλλ' ἀριθμεῖται μὲν εἴ τι καθαρὸν καὶ οὐράνιον, ὃ διὰ τὸ ὕψος τῆς πολιτείας ἀμιγὲς μένον τῆς πρὸς τὸν ζόφον ἐπιμιξίας ἄστρον λέγεται, ὀνο μάζεται δὲ εἴ τι κατὰ τὸν αὐτὸν λόγον τοῦ ἐγγραφῆναι ταῖς θείαις δέλτοις ἄξιον γίνεται. περὶ γὰρ τῶν ὑπεναν τίων φησὶν ὅτι Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ 2.1.442 χειλέων μου. ὀνόματα δέ, οἷα τοῖς τοιούτοις ἄστροις ἐπι βάλλει ὁ κύριος, σαφῶς παρὰ τῆς Ἠσαΐου προφητείας ἐμάθομεν ἥ φησιν Ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ· ὥστε εἴ τις ἑαυτὸν κτῆμα ποιεῖ τοῦ θεοῦ, ὄνομα τούτῳ τὸ ἔργον γίνεται. ἀλλὰ ταῦτα μὲν ἐχέτω, ὅπως ἂν ἔχειν δόξῃ 2.1.443 τοῖς ἐντυγχάνουσιν. ὃ δὲ προστίθησι τοῖς εἰρημένοις, τὰ πρῶτα τῆς κοσμογενείας εἰς μαρτυρίαν τοῦ παρὰ τοῦ θεοῦ τοῖς οὖσι τὰς φωνὰς κεῖσθαι, ὧνπερ ἐν τοῖς κατόπιν ἱκανῶς ἐξητασμένων περιττὴν κρίνω τὴν ἐπανάληψιν, καὶ τὴν τοῦ Ἀδὰμ φωνήν, ἣν προφητικῶς εἰς Χριστὸν καὶ τὴν ἐκκλη σίαν γεγενῆσθαί φησιν ὁ ἀπόστολος, ἑρμηνευέτω κατ' ἐξου 2.1.444 σίαν οὗτος ὡς βούλεται. οὐδεὶς γὰρ οὕτως ἠλίθιος ὡς Παύλου τὰ κεκρυμμένα τῶν μυστηρίων ἐν τῇ δυνάμει τοῦ πνεύματος ἡμῖν ἐκκαλύπτοντος ἀξιοπιστότερον ἑρμηνέα τῶν θείων ποιήσασθαι τὸν Εὐνόμιον τὸν φανερῶς ταῖς φωναῖς τῆς θεοπνεύστου μαρτυρίας ἀντιμαχόμενον καὶ τὸ μὴ κατω νομάσθαι παρὰ τοῦ Ἀδὰμ