139
5.26.3 ταύτην δὲ καὶ εὐαγγελίζεται τὸ φάσκον λόγιον· «χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών, ἰδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου». ἐν μέσῳ γὰρ τῆς ἐκκλησίας τὸν θεὸν λόγον κατασκηνοῦν πεπιστεύκαμεν, ὡς γοῦν καὶ ἐπήγγελται φήσας· «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος», 5.26.4 καὶ «ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν». ἐπειδὰν δὲ ἐγώ, φησίν, αὐτὸς ὁ κύριος ἐλθὼν κατασκηνώσω ἐν μέσῳ σου, μείζονα τότε γνῶσιν περὶ τοῦ θεοῦ τοῦ παντοκράτορος ἀναλήψῃ, ἐμοῦ τοῦ κυρίου τὴν αἰτίαν τῆς εἰς ἀνθρώπους ἀποστολῆς ἀνατιθέντος τῷ ἐξαποστείλαντί με πατρί· 5.26.5 γνώσῃ δ' «ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέν με» πρός σε. καὶ ἑξῆς περὶ ἑτέρου κυρίου καὶ θεοῦ ὧδέ πως αὐτὸς ὁ κύριος ἐπιλέγει· «καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος». τίνες δὲ ἂν εἶεν οἱ ἐν τῷ κυρίῳ καυχώμενοι ...; 5.27.1 Τοῦ αὐτοῦ. «Καὶ ἔδειξεν μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον, ἐπιτιμήσαι κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ.» 5.27.2 Πάλιν καὶ ἐνταῦθα ὁ κύριος ἕτερον κύριον ἐπιτιμήσειν τῷ διαβόλῳ φησίν, οὐκ αὐτὸς ὁ προσδιαλεγόμενος κύριος ἐπιτιμῶν, ἀλλ' ἑτέρου μνημονεύων κυρίου. δι' ὧν ἡγοῦμαι σαφῶς παρίστασθαι τὴν περὶ τῶν δύο κυρίων, τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων, καὶ τοῦ μετὰ τὸν πατέρα τὴν κατὰ πάντων τῶν γενητῶν κυρείαν καὶ δεσποτείαν διειληφότος, ἀπόδειξιν. 5.28.1 Τοῦ Μαλαχίου. «Ἰδοὺ ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ. καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ;» 5.28.2 Ὅμοια καὶ ταῦτα τοῖς προτέροις. κύριος γὰρ αὐτὸς ὁ θεὸς ὁ παντοκράτωρ ἥξειν φησὶν εἰς τὸν ναὸν αὐτοῦ κύριον, περὶ ἑτέρου λέγων· δηλοῖ δ' ἄρα τὸν θεὸν λόγον. μετὰ τοῦτο δὲ καὶ «ἄγγελον τῆς διαθήκης» ὀνομάζει, ὃν καὶ αὐτὸς ὁ παντοκράτωρ κύριος ἐξαποστέλλειν ἑαυτοῦ πρὸ προσώπου διδάσκει λέγων· ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου μου. 5.28.3 τὸν αὐτὸν δὲ τοῦτον, ὃν ἄγγελον ἀπεκάλεσεν, πάλιν ἑξῆς κύριον ὀνομάζει, «καὶ ἐξαίφνης ἥξει κύριος», ἐπιλέγων, «καὶ ὁ ἄγγελος τῆς διαθήκης». ἕνα δὲ καὶ τὸν αὐτὸν προειπών, ἐπιφέρει· «ἰδοὺ ἔρχεται, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ,» τὴν δευτέραν καὶ ἔνδοξον παρουσίαν αὐτοῦ σημαίνων. ὁ ταῦτα δὲ πάντα θεσπίζων κύριός ἐστι παντοκράτωρ ὁ τῶν ὅλων θεός. 5.29.1 Τοῦ αὐτοῦ. «Καὶ ἀνατελεῖ τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἔσται ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Ὁ πολλάκις ὀνομασθεὶς κύριος καὶ θεὸς καὶ ἄγγελος καὶ ἀρχιστράτηγος, Χριστός τε καὶ ἱερεύς, καὶ λόγος καὶ σοφία θεοῦ καὶ εἰκὼν νῦν αὐτὸς οὗτος «ἥλιος» κέκληται «δικαιοσύνης». τοῦτον δὴ οὖν αὐτὸν ὁ γεννήσας πατὴρ οὐ τοῖς πᾶσιν ἀλλὰ μόνοις τοῖς τὸ ὄνομα αὐτοῦ φοβουμένοις ἀνατελεῖν ἐπαγγέλλεται, γέρας αὐτοῖς τοῦ εἰς αὐτὸν φόβου διδοὺς τὸ φῶς τοῦ τῆς δικαιοσύνης ἡλίου. εἴη δ' ἂν οὗτος ὁ θεὸς λόγος, ὁ εἰπών· «ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου». ὅπερ ἦν φῶς τὸ φωτίζον «πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον». 5.29.2 τοῦτον δὴ οὖν ἀλλ' οὐ τὸν αἰσθητὸν οὐδὲ τὸν προφανῆ τοῖς 5.29.2 πᾶσι λογικοῖς τε καὶ ἀλόγοις ἥλιον, ἀλλὰ τὸν ἔνθεον καὶ νοερὸν καὶ πάσης ἀρετῆς καὶ δικαιοσύνης αἴτιον, μόνοις τοῖς φοβουμένοις αὐτὸν ἀνατελεῖν ἐπὶ τοῦ παρόντος ὁ θεός φησιν, ἀποκρύπτων αὐτὸν τῶν ἀναξίων. περὶ ὧν ἀλλαχόθι που λέγει· «καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου». 5.30.1 Ἀπὸ τοῦ Ἱερεμίου. «Κύριε, ἡ ἰσχύς μου καὶ βοήθεια μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεως, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν, ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλεια. εἰ ποιήσει