139
τῶν ἀλόγων τὰ εἴδη διὰ τῆς παρεξηγήσεως τοῦ ῥητοῦ τούτου κατασκευάζειν ἐκβιαζόμενον. 2.1.445 παρείσθω καὶ τὰ τῆς ὕβρεως αὐτοῦ ῥήματα καὶ ἡ ἄχαρις ἀμουσία ἐκείνη καὶ ἡ κοπρώδης αὐτοῦ καὶ βεβολβιτωμένη φωνὴ διεξιοῦσα μετὰ τῆς συνήθους εὐστομίας ταῦτα κατὰ τοῦ διδασκάλου ἡμῶν· 20τὸν σπορέα τῶν ζιζανίων20 καὶ 20τὴν τοῦ καρποῦ † πρόσοψιν20 καὶ 20Οὐαλεν τίνου παραφθορὰν20 καὶ 20τὸν παρ' ἐκείνου καρ πόν, ὃν ἐν τῇ ψυχῇ20 λέγει 20σεσωρεῦσθαι20 τοῦ δι δασκάλου, καὶ ἡ λοιπὴ τῶν εἰρημένων ἀηδία συγκαλυ φθήτω τῇ σιωπῇ, καθάπερ καὶ τὰ μεμυδηκότα τῶν σωμά των τῇ γῇ κατακρύπτομεν, ὡς μὴ πολλοῖς δι' ὄχλου τὴν δυσωδίαν γίνεσθαι. 2.1.446 Πρὸς δὲ τὴν ἀκολουθίαν τῶν εἰρημένων μετενεκτέον τὸν λόγον. πάλιν γὰρ ἐκτίθεταί τινα ῥῆσιν τοῦ διδασκάλου ἔχουσαν οὕτως· "1ἄφθαρτον γὰρ καὶ ἀγέννητον τὸν θεὸν τῶν ὅλων λέγομεν, κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις χρώμενοι· ὅταν μὲν γὰρ εἰς τοὺς κατόπιν αἰῶνας ἀποβλέψωμεν, ὑπερεκπίπτουσαν πάσης περιγραφῆς εὑρίσκον τες τὴν ζωὴν τοῦ θεοῦ ἀγέννητον αὐτὸν λέγομεν· ὅταν δὲ τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπιβάλωμεν, τὸ ἀόριστον καὶ ἄπειρον καὶ οὐδενὶ τέλει καταληπτὸν προσηγορεύσαμεν 2.1.447 ἄφθαρτον. ὡς οὖν τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτω τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη, τῇ ἐπινοίᾳ ἡμῶν ἐπιθεωρούντων ταῦτα."2 τὴν μὲν οὖν λοιδορίαν, ἣν προοίμιον τῆς τῶν εἰρημένων θεωρίας πεποίηται, πάλιν παρήσομεν, 20σπέρματός τινος ὑπαλλαγὴν20 καὶ 20σπορᾶς καθηγητὴν20 καὶ 20τὸ τῆς μέμψεως ἀσυλ λόγιστον20 καὶ ὅσα ἄλλα τῇ ἀκορήτῳ γλώσσῃ κενεμβατῶν διεξέρχεται· ἐφ' ᾧ δὲ διαβάλλειν ἐπιχειρεῖ συκοφαντῶν τὸν 2.1.448 λόγον, πρὸς τοῦτο καὶ ἡμεῖς τραπησόμεθα. ἐλέγχειν ἡμᾶς ἐπαγγέλλεται ὡς μὴ φύσει λέγοντας ἄφθαρτον εἶναι τὸ θεῖον. ἡμεῖς δὲ μόνα τῆς φύσεως ἀλλοτριοῦμεν ἐκεῖνα ὅσα ἐπίκτητα γίνεταί τισι καὶ ἀπόκτητα· ὧν δὲ ἄνευ τὸ ὑποκείμενον νοηθῆναι φύσιν οὐκ ἔχει, πῶς ἄν τις ἐν αἰτίᾳ γένοιτο ὡς αὐτὴν ἑαυτῆς διαχωρίζων τὴν φύσιν; εἰ μὲν οὖν ἐπιγεννηματικὴν τῷ θεῷ τὴν ἀφθαρσίαν ὁ ἡμέτερος λόγος ἐπρέσβευεν ὥς ποτε περὶ αὐτὸν μὴ οὖσαν ἢ ὡς οὐκ ἐσομένην ποτέ, καιρὸν ἂν εἶχε ταῦτα ἐπὶ διαβολῇ καθ' 2.1.449 ἡμῶν λέγειν. εἰ δὲ ἀεὶ ὡσαύτως ἔχειν καὶ ὃ νῦν ἐστι πάν τοτε εἶναι τὸ θεῖον ὁ ἡμέτερος διορίζεται λόγος καὶ οὐδὲν ἐκ παραυξήσεως αὐτῷ τινος καὶ προσθήκης τῶν μὴ προσ όντων προσγίνεσθαι, ἀλλ' ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν νοουμένῳ καὶ λεγομένῳ πάντοτε εἶναι, πῶς μὴ κατὰ φύσιν αὐτῷ προσμαρτυρεῖν τὴν ἀφθαρσίαν διαβαλλόμεθα; 2.1.450 Ἀλλ' ἐκ τῆς ὑπαναγνωσθείσης τῷ διδασκάλῳ ῥή σεως τῆς τοιαύτης τοῦ λόγου διαβολῆς εἰληφέναι τὰς ἀφορμὰς σχηματίζεται, ὡς ἐκ τῆς παραθέσεως τῶν αἰώνων τῷ θεῷ τὴν ἀφθαρσίαν ἡμῶν ποριζόντων. εἰ μὲν οὖν παρ' ἡμῶν τὸ ἡμέτερον ῥητὸν προεφέρετο, ὕποπτος ἂν ἦν ἴσως εἰς ἀπολογίαν ὁ λόγος, ὡς νῦν ἡμῶν ἐπιδιορθουμένων καὶ πρὸς τὸ ἀνεύθυνον μετατιθέντων τὰς ὑπαιτίους φωνάς· ἐπεὶ δὲ παρὰ τοῦ ἐχθροῦ τὰ ἡμέτερα λέγεται, τίς ἂν ἰσχυροτέρα γένοιτο τῆς ἀληθείας ἀπόδειξις αὐτῆς τῆς τῶν 2.1.451 ἀντιδικούντων ἡμῖν μαρτυρίας; πῶς τοίνυν ὁ παρ' ἡμῶν ἔχει λόγος ὃν ἐπὶ διαβολῇ προχειρίζεται καθ' ἡμῶν ὁ Εὐνόμιος; "1ὅταν, φησί, τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπιβάλωμεν, τὸ ἀόριστον καὶ ἄπειρον καὶ οὐδενὶ τέλει κατα ληπτὸν προσηγορεύσαμεν ἄφθαρτον."2 ἆρα τῷ πορίσαι τὸ προσαγορεῦσαι ταὐτὸν ὁ Εὐνόμιος οἴεται; καὶ τίς οὕτως ἔξω τοῦ καθεστηκότος ἐστίν, ὡς τὰς ἰδιαζούσας τῶν ῥη 2.1.452 μάτων τούτων ἀγνοεῖν ἐμφάσεις; πορίζει μὲν γὰρ ὁ τὸ μὴ προσὸν αὐτῷ κτησάμενος, προσαγορεύει δὲ ὁ τὸ ὂν σημαν τικῶς ὀνομάζων. πῶς οὖν ἐπὶ τούτοις ὁ τῆς ἀληθείας φροντιστὴς οὐκ αἰσχύνεται ἐν προδήλῳ τῇ συκοφαντίᾳ τὴν διαβολὴν συμπεραίνων; καὶ καθάπερ οἱ ἔκ τινος πάθους μὴ βλέποντες ἐν ὄψεσι τῶν βλεπόντων ἀσχημονοῦσι τὸ παρ' αὐτῶν μὴ ὁρώμενον καὶ παρὰ τῶν ὑγιαινόντων ἀγνοεῖσθαι νομίζοντες, τοιοῦτόν τι πέπονθεν ὁ ὀξυδερκὴς οὗτος καὶ ταχὺς τὴν διάνοιαν τὴν ἰδίαν πρὸς τὴν ἀλήθειαν πήρωσιν 2.1.453 καὶ ἐν τοῖς