140
αὐτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί; διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς καὶ τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ἐγὼ κύριος.» 5.30.2 Κύριος ἑτέρῳ εὔχεται κυρίῳ, τῷ πατρὶ δηλαδὴ καὶ θεῷ τῶν ὅλων, ἐν οἷς ἀρχόμενός φησιν· «κύριε, ἰσχύς μου», καὶ τὰ ἑξῆς. σαφῶς δὲ τὴν τῶν ἐθνῶν ἐκ τῆς πολυπλανοῦς εἰδωλολατρίας ἐπὶ τὴν εἰς τὸν θεὸν εὐσέβειαν μεταβολὴν θεσπίζει. καὶ αὕτη δὲ ἡ προφητεία μετὰ τὴν εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἐναργέστατα δείκνυται πεπληρωμένη. 5.30.3 Ἀλλὰ γὰρ δι' ὅλων τριάκοντα προφητικῶν κεφαλαίων δεύτερον θεὸν μετὰ τὸν ἀνωτάτω καὶ ἐπὶ πᾶσι, τὸν σωτῆρα καὶ κύριον ἡμῶν τὸν τοῦ θεοῦ λόγον, εἶναι μεμαθηκότες, ἐφ' ἑτέραν τῆς κατ' αὐτὸν οἰκονομίας ὑπόθεσιν μεταβησόμεθα, αὐτὸν δὴ τοῦτον θεὸν εἰς ἀνθρώπους ἐλεύσεσθαι δεῖν ἐκ τῶν αὐτῶν παρὰ Ἑβραίοις ἱερῶν βίβλων συστήσοντες. 6.Pin.t Τάδε ἔνεστιν ἐν τῷ ἕκτῳ συγγράμματι τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως. 6.Pin.1 Περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν. αʹ. Ἀπὸ Ψαλμοῦ ιζʹ. βʹ. Ἀπὸ Ψαλμοῦ μʹ. γʹ. Ἀπὸ Ψαλμοῦ μθʹ. δʹ. Ἀπὸ Ψαλμοῦ πγʹ. εʹ. Ἀπὸ Ψαλμοῦ εʹ. ʹ. Ἀπὸ Ψαλμοῦ ζʹ. ζʹ. Ἀπὸ Ψαλμοῦ ρʹ. ηʹ. Ἀπὸ Ψαλμοῦ ριζʹ. θʹ. Ἀπὸ Ψαλμοῦ ρμγʹ. ιʹ. Ἀπὸ Ψαλμοῦ ρμζʹ. ιαʹ. Ἀπὸ τῶν Βασιλειῶν βʹ. ιβʹ. Ἀπὸ τῶν Βασιλειῶν γʹ. ιγʹ. Ἀπὸ τοῦ Μιχαίου. ιδʹ. Ἀπὸ τοῦ Ἀμβακούμ. ιεʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιʹ. Ἀπὸ τοῦ Ζαχαρίου. ιζʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιηʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιθʹ. Ἀπὸ τοῦ Βαρούχ. κʹ. Ἀπὸ τοῦ Ἡσαΐου. καʹ. Ἀπὸ τοῦ αὐτοῦ. κβʹ. Ἀπὸ τοῦ αὐτοῦ. κγʹ. Ἀπὸ τοῦ αὐτοῦ. κδʹ. Ἀπὸ τοῦ αὐτοῦ. κεʹ. Ἀπὸ τοῦ αὐτοῦ. τόμος ʹ. Σαφῶς ἐν τῷ πέμπτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως ὡρισμένου τοῦ περὶ πατρὸς καὶ υἱοῦ λόγου, καὶ θεοῦ μὲν ἑνὸς τοῦ ἐπὶ πάντων ὡμολογημένου, δευτέρας δὲ μετ' αὐτὸν ἀποδειχθείσης οὐσίας ἡγουμένης τῶν γενητῶν ἁπάντων ἣν σοφίαν θεοῦ πρωτότοκον, μονογενῆ τε υἱόν, καὶ θεὸν ἐκ θεοῦ, μεγάλης τε βουλῆς ἄγγελον, καὶ τῶν κατ' οὐρανὸν στρατιῶν ἄρχοντα, καὶ τοῦ πατρὸς ὑπουργόν, ναὶ μὴν καὶ κύριον τῶν ὅλων, καὶ θεοῦ λόγον καὶ θεοῦ δύναμιν, οἱ θεῖοι προηγόρευον λόγοι, εἰ φανεῖεν ἐπὶ τοῦ παρόντος αἱ προφητικαὶ μαρτυρίαι θεὸν εἰς ἀνθρώπους ἀφίξεσθαι μέλλοντα προαναφωνοῦσαι, παντί τῳ δῆλον, ἐπὶ τίνα χρὴ τὴν ἀναφορὰν τοῦ σημαινομένου ποιεῖσθαι, ὅτε μάλιστα διὰ τῶν πρόσθεν ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι τοῖς ἀμφὶ τὸν Ἀβραὰμ θεοφιλέσιν ὁ θεὸς λόγος ἐπ' ὀνόματος κυρίου καὶ θεοῦ πέφηνεν τὰς εἰς ἀνθρώπους ὀπτασίας πεποιημένος. 6.Prooem.2 φέρε οὖν ἴδωμεν ὅπως ποτὲ μὲν κύριον, ποτὲ δὲ θεὸν καταβήσεσθαι εἰς ἀνθρώπους καὶ πάλιν ἀναβήσεσθαι ἐναργῶς οὕτως προαναφανεῖ τὰ παρ' Ἑβραίοις λόγια, καὶ τάς γε αἰτίας τῆς καθόδου. σημείωσαι δ' ὡς τινὰ μὲν εἴρηται δι' αἰνιγμάτων, τινὰ δὲ φανερώτερον. 6.Prooem.3 τὰ μὲν οὖν δι' ἐπικρύψεως ἡγοῦμαι τῶν ἐκ περιτομῆς ἕνεκα κεκαλυμμένως ἀποδεδόσθαι, διὰ τὰ θεσπιζόμενα κατ' αὐτῶν σκυθρωπά· δι' ἅπερ εἰκὸς ἦν καὶ ἀφανίσαι ἂν αὐτοὺς τὴν γραφήν, εἰ ἐκ τοῦ προφανοῦς τὴν ἐσχάτην αὐτῶν ἀποβολὴν ἐσήμαινεν. οὕτως γοῦν καὶ τοῖς προφήταις αὐτοῖς ἐπιβουλεῦσαι αὐτοὺς κατέχει λόγος, δι' οὓς ἐποιοῦντο κατ' αὐτῶν ἐλέγχους. 6.Prooem.4 αἱ δὲ σαφεῖς προφητεῖαι τὴν τῶν ἐθνῶν κλῆσιν λευκότατα περιέχουσι, τῶν κατ' εὐσέβειαν ἀγαθῶν τὰς ἐπαγγελίας οὐ τῷ Ἰουδαίων ἔθνει πᾶσι δὲ ἀνθρώποις τοῖς καθ' ὅλης τῆς οἰκουμένης καταγγέλλουσαι. ὧν οὕτως ἐχόντων καιρὸς ἤδη καὶ τῶν θείων ἐπακοῦσαι λογίων. 6.1.1 Ἀπὸ Ψαλμοῦ ιζʹ. «Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.» 6.1.2 Ἡγοῦμαι διὰ τούτων ἄντικρυς θεοῦ κάθοδον οὐρανόθεν παρίστασθαι· προειπὼν γὰρ πολλὰς θεολογίας, ἐπιλέγει τὰ ἐκκείμενα. τῷ δὲ λέγειν κλίνειν αὐτὸν οὐρανὸν καὶ