140
ἀκούουσιν οἴεται. καὶ τίς οὕτως ἠλίθιος ὡς μὴ παραθεῖναι τῇ διαβολῇ τὰ συκοφαντούμενα ῥήματα καὶ ἐκ τῆς ἑκατέρων ἀναγνώσεως τὴν κακουργίαν τοῦ λογο γράφου φωρᾶσαι; ὁ ἡμέτερος λόγος προσαγορεύει τὸ ἄφθαρ τον, ἐκεῖνος κατηγορεῖ τοῦ τὴν ἀφθαρσίαν πορίζοντος. τί κοινὸν ἔχει τὸ πορίζειν τῷ λέγειν; ἀπὸ τῶν ἰδίων ἕκαστος εὐθύνεσθαι δίκαιος, οὐκ ἐκ τῶν ἀλλοτρίων ὑπέχειν τὰς μέμψεις. νυνὶ δὲ κατηγορεῖ μὲν ἡμῶν καὶ ἡ πικρία πρὸς ἡμᾶς βλέπει, κατακρίνει δὲ οὐδένα κατά γε τὸν ἀληθῆ 2.1.454 λόγον ἢ ἑαυτόν. εἰ γὰρ τὸ πορίζειν τῷ θεῷ τὴν ἀφθαρ σίαν ὑπαίτιον, τοῦτο δὲ παρ' οὐδενὸς ἄλλου πλὴν παρ' αὐτοῦ λέγεται μόνου, ἄρα αὐτὸς ἑαυτοῦ γίνεται ὁ συκο φάντης κατήγορος, τὸ ἑαυτοῦ διαβάλλων, οὐ τὸ ἡμέτερον. καὶ περὶ τοῦ κατὰ τὴν ἀγεννησίαν ὀνόματος ἡμεῖς μέν φαμεν, ὅτι ὥσπερ τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτως τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη· οὑτοσὶ δὲ παρὰ τῶν αἰώνων ἡμᾶς λέγει κατὰ πάντων τῶν γεννητῶν προξενεῖν αὐτῷ τὰ πρεσβεῖα. 2.1.455 Σιωπῶ τὸ βλάσφημον ὅτι κοινοποιεῖ πρὸς πᾶν γεννητὸν τὸν μονογενῆ θεόν, τῇ περιληπτικῇ φωνῇ πρὸς ὁμοτίμους ὑπολήψεις παντὶ τῷ διὰ γενέσεως ὑφεστῶτι τὸν υἱὸν τοῦ θεοῦ κατάγων· ἀλλὰ τὴν ἀδιανόητον αὐτοῦ κακουργίαν τοῖς συνετωτέροις τῶν ἀκροατῶν προθήσω τῷ λόγῳ. 20παρὰ τῶν αἰώνων προξενεῖ Βασίλειος κατὰ πάντων τῶν γεννητῶν τῷ θεῷ τὰ πρεσβεῖα20. τίς ἡ ἀδιανόητος αὕτη κενοφωνία; πρόξενος θεοῦ ἄνθρωπος γίνεται καὶ προξενεῖ διὰ τῶν αἰώνων αὐτῷ τὰ πρεσβεῖα; τίς 2.1.456 ἡ ματαία τῶν ἀνυποστάτων τούτων ῥημάτων κενεμβασία, εἰ τὸ ὑπερεκπῖπτον τὴν διαστηματικὴν τῶν αἰώνων παρά τασιν ἐφ' ἑκάτερα τῆς θείας οὐσίας ἐμφαντικοῖς τισιν ὀνό μασιν ὁ διδάσκαλος εἶπεν σημαίνεσθαι ἐπὶ τοῦ, καθὼς εἶπεν ὁ ἀπόστολος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς ἔχοντος τέλος, ὡς διαφόροις τοῖς ῥήμασι τὸ διάφορον σημανθῆναι τῆς ὑπολήψεως, καὶ διὰ τοῦτο τὸ μὲν πάσης ἀρχῆς ἀνώ τερον ἄναρχον λέγεσθαι καὶ ἀγέννητον, τὸ δὲ μηδενὶ τέλει περιγραφόμενον ἀθάνατον ὀνομάσαι καὶ ἄφθαρτον; ταῦτα 20πορισμὸν20 καὶ 20προξένησιν20 καὶ τὰ τοιαῦτα οὐκ 2.1.457 αἰσχύνεται γράφων. ἀλλὰ καὶ 20διχοτομεῖσθαι20 παρ' ἡμῶν φησι 20τοὺς αἰῶνας20, ὥσπερ οὐκ ἀνεγνωκὼς ἃ παρέθετο ἢ ὡς ἐν ἐπιλήσμοσι τῶν λεγομένων τὸν ἑαυτοῦ λόγον διατιθείς. τί φησιν ὁ διδάσκαλος; ἐὰν τὰ πρὸ τῆς κτίσεως ἐννοήσωμεν καὶ τοὺς αἰῶνας τῷ λογισμῷ διαβάντες τὸ ἀπερίγραπτον τῆς ἀϊδίου ζωῆς λογισώμεθα, τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ τὸ τοιοῦτον διασημαίνομεν νόημα, κἂν εἰς τὸ ἐφεξῆς τὴν διάνοιαν τρέψωμεν καὶ περισσοτέραν τῶν αἰώνων τὴν ζωὴν τοῦ θεοῦ καταλάβωμεν, διὰ τῆς ἀτελευτήτου καὶ ἀφθάρτου φωνῆς τὴν διάνοιαν ταύτην 2.1.458 διερμηνεύομεν. ποῦ τέμνει τοὺς αἰῶνας ἐν τοῖς εἰρημένοις ὁ λόγος, εἰ τὴν ἀϊδιότητα τοῦ θεοῦ κατὰ πᾶσαν ἐπιβολὴν ἐπίσης προφαινομένην καὶ πανταχόθεν ὡσαύτως ἔχουσαν καὶ μηδενὶ διαστήματι μετρουμένην τοῖς κατὰ δύναμιν 2.1.459 ἐξαγγέλλομεν ῥήμασί τε καὶ ὀνόμασιν; ἐπειδὴ γὰρ ἡ ἀν θρωπίνη ζωὴ διαστηματικῶς κινουμένη ἀπό τινος ἀρχῆς εἴς τι τέλος προϊοῦσα διέξεισι καὶ μεμέρισται πρὸς τὸ παρῳχηκός τε καὶ προσδοκώμενον ὁ τῇδε βίος, ὡς τὸ μὲν ἐλπίζεσθαι τὸ δὲ μνημονεύεσθαι, τούτου χάριν ὡς πρὸς τὴν ἡμετέραν σχέσιν τό τε παρῳχηκὸς καὶ τὸ προσδοκώ μενον τῆς διαστηματικῆς παρατάσεως ἐννοοῦντες, οὕτως καὶ ἐπὶ τῆς ὑπερκειμένης φύσεως ἐκ καταχρήσεως λέγομεν, οὐχ ὡς τοῦ θεοῦ διὰ τῆς ἰδίας ζωῆς κατόπιν ἑαυτοῦ τι καταλιπόντος διάστημα καὶ πρὸς τὸ προκείμενον πάλιν ἐν τῷ ζῆν διοδεύοντος, ἀλλ' ὡς τῆς ἡμετέρας κατανοήσεως ὡς πρὸς τὴν ἰδίαν ἡμῶν φύσιν περινοούσης τὰ πράγματα καὶ τὸ ἀΐδιον ἐν τῷ παρῳχηκότι καὶ μέλλοντι διαμετρούσης, ὅταν μήτε τὸ κατόπιν περικόπτῃ προϊοῦσαν εἰς τὸ ἄπειρον τοῦ ἀορίστου τὴν ἔννοιαν, μήτε τὸ ἔμπροσθεν σύστασίν τινα 2.1.460 καὶ ὅρον τῆς ἀπείρου ζωῆς ἐπαγγέλληται. εἰ ταῦτα καὶ νοοῦμεν καὶ λέγομεν, πῶς ἡμῖν ἡ τῶν αἰώνων ἐπιθρυλεῖται τομή, εἰ μὴ καὶ τὴν ἁγίαν γραφὴν διχοτομεῖν τοὺς αἰῶνας ὁ