141
κατεληλυθέναι σημαίνει τὴν ὑποστολὴν τῆς ἐνθέου δόξης, ἣν ὁ θεῖος ἀπόστολος παριστὰς ἔλεγεν· «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών». καὶ τὸ «ἐπέβη» δὲ «ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη» αἰνίττεσθαί μοι δοκεῖ τὴν ἐπὶ τὴν τοῦ θεοῦ δόξαν ἀποκατάστασιν, ἣν πεποίηται ἀγγελικαῖς καὶ θείαις δυνάμεσι δορυφορούμενος, ὃ καὶ αὐτὸ δηλοῦσθαί μοι δοκεῖ διὰ τοῦ «ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων». 6.1.3 τὸ δὲ «σκότος» τεθεῖσθαι τὴν «ἀποκρυφὴν αὐτοῦ» καὶ «γνόφον ὑπὸ τοὺς πόδας αὐτοῦ» λέγεσθαι παραστατικὸν ἂν εἴη τῆς κρυφίου καὶ ἀπορρήτου οἰκονομίας, καθ' ἣν ταῦτα πάντα αὐτῷ ἐτελεῖτο. «κύκλῳ» δὲ «αὐτοῦ ἡ σκηνὴ αὐτοῦ» τίνα λέγεσθαι προσήκει νοεῖν ἢ τὴν ἁγίαν αὐτοῦ καὶ καθολικὴν ἐκκλησίαν, εἴτε τὴν ἐπὶ τῆς γῆς εἴτε τὴν ἐν οὐρανοῖς; 6.1.4 ἑξῆς δὲ κατὰ τὸν αὐτὸν ψαλμὸν τελευτῶν ὁ λόγος ὁμοῦ τὴν παραίτησιν τοῦ προτέρου λαοῦ καὶ τὴν κλῆσιν τῶν ἐθνῶν προθεσπίζει δι' ὧν φησιν «ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὰς ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν». ταῦτα δὲ ὁποίας διανοίας ἔχεται, κατὰ τὸν προσήκοντα καιρὸν ἐξετασθήσεται. 6.2.1 Ψαλμοῦ μʹ. «Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. ὅτι κύριος ὕψιστος φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. ὑπέταξεν λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτῷ, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν. ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος. ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε· ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ψάλατε συνετῶς· ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ, ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.» 6.2.2 Καὶ τί ἕτερον βούλεται σημαίνειν ἡ διὰ τούτων δηλουμένη κυρίου τοῦ θεοῦ ἄνοδος ἢ τὴν πρὸ τῆς ἀνόδου κάθοδον αὐτοῦ; ἐφ' ᾗ πάλιν ἡ τῶν ἐθνῶν ἁπάντων κλῆσις θεσπίζεται, χαρᾶς τε καὶ εὐφροσύνης σημεῖα ἐπὶ τῇ μελλούσῃ θεογνωσίᾳ τοῖς ἔθνεσιν ἅπασιν εὐαγγελίζεται, ὅτε κύριος αὐτός, ὁ ὕψιστος, μόνος θεὸς καὶ βασιλεὺς ἁπάσης τῆς γῆς ὁμολογηθείς, ὑποτάξειν λαοὺς ἡμῖν λέλεκται. 6.2.3 ἡμῖν δὲ τίσιν ἢ δηλαδὴ τοῖς ταῦτα προφητεύουσιν; ὃ καὶ ἔστιν ἐναργῶς ἰδεῖν πεπληρωμένον, ὅτε πάντα τὰ εἰς Χριστὸν πεπιστευκότα ἔθνη τοῖς λόγοις τῶν προφητῶν ὑποτέτακται. λέγοιτο δ' ἂν ταῦτα καὶ ἐκ προσώπου τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, οἳ καὶ εἴποιεν ἂν τὸ «ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ». 6.2.4 κληρονομίαν δὲ αὐτοῦ τίνα χρὴ νοεῖν ἢ τὴν κλῆσιν τῶν ἐθνῶν ἁπάντων, ἣν αὐτὸς ὁ Χριστὸς τοῦ θεοῦ παριστὰς ἔφησεν· «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς». 6.2.5 ταύτην οὖν τὴν ὑπὸ τοῦ πατρὸς δεδομένην αὐτῷ κληρονομίαν ὑπέταξε τοῖς ἀποστόλοις αὐτοῦ καὶ προφήταις, τῷ τοὺς εἰς αὐτὸν πεπιστευκότας τοῖς τούτων ὑποτετάχθαι λόγοις, ἀκολούθως τοῖς προκειμένοις θεσπίσμασιν. καὶ ταῦτα δὲ πάντα κατορθώσας ἐπὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρουσίας ὁ θεὸς λόγος, περὶ οὗ πλεῖστα ἡμῖν διείληπται, «ἀνέβη ἐν ἀλαλαγμῷ». 6.2.6 τοῦτο δὲ ἑρμηνεύων ὁ ἀπόστολός φησι· «τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτατα τῆς γῆς; ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν». «ἐν ἀλαλαγμῷ» δὲ αὐτόν φησιν ἀνεληλυθέναι διὰ τὴν εἰς αὐτὸν θεολογίαν τῶν δορυφορούντων αὐτὸν ἀνιόντα ἀγγέλων, οἳ καὶ ἔλεγον· «ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». «φωνὴν» δὲ «σάλπιγγος» οὐκ ἂν σφαλείης τὸ κήρυγμα εἰπὼν τὸ εὐαγγελικὸν εἰς πᾶσαν ἐξηχῆσαν τὴν οἰκουμένην. 6.2.7 παντὸς γὰρ ὀργάνου