141
Εὐνόμιος λέγοι τῇ αὐτῇ διανοίᾳ τῆς θείας ζωῆς τὴν ἀπειρίαν διασημαίνουσαν, τοῦ μὲν ∆αβὶδ τὴν πρὸ τῶν αἰώνων βασιλείαν ὑμνήσαντος, τοῦ δὲ Μωϋσέως τὴν ὑπὲρ τοὺς αἰῶνας ἐκτεινομένην τοῦ θεοῦ βασιλείαν δείξαντος· ὡς ἐξ ἀμφοτέρων ἡμᾶς διδαχθῆναι ὅτι πᾶν διαστηματικὸν νόημα ἐντὸς τῆς θείας φύσεως περιείληπται, τῇ ἀπειρίᾳ 2.1.461 τοῦ τὸ πᾶν περιέχοντος ἁπανταχόθεν ἐμπερατούμενον. ὁ μὲν γὰρ Μωϋσῆς εἰς τὸ ἐφεξῆς βλέπων βασιλεύειν αὐτόν φησι τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ἔτι· ὁ δὲ μέγας ∆αβὶδ πρὸς τὸ κατόπιν ἀγαγὼν τὴν διάνοιαν εἶπεν Ὁ δὲ θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, καὶ πάλιν Εἰσακούσεται ὁ θεὸς 2.1.462 ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. ἀλλ' ὁ σοφὸς Εὐνόμιος ἐρ ρῶσθαι φράσας τοῖς τηλικούτοις καθηγηταῖς ἄλλην φησὶν ἡμᾶς λέγειν ἄναρχον ζωήν, ἑτέραν δὲ τὴν ἀτελεύτητον πάλιν καὶ αἰώνων τινῶν ἑτερότητας καὶ διαφορὰς συν διασχιζούσας τῇ ἑτερότητι ἑαυτῶν καὶ τὴν περὶ θεοῦ φαντασίαν. 2.1.463 Ἀλλ' ὡς ἂν μὴ διὰ μακροῦ γένοιτο ἡμῖν ἡ πρὸς τὰ εἰρημένα μάχη, αὐτὴν προθήσομεν ἀβασάνιστόν τε καὶ ἀνεξέταστον τὴν ἐν τούτοις τοῦ Εὐνομίου φιλοπονίαν ἱκανὴν οὖσαν δι' ὧν σπουδάζει περὶ τὸ ψεῦδος ἐκδηλοτέραν ποιῆσαι τοῖς συνετοῖς τὴν ἀλήθειαν. ἐρωτᾷ γὰρ ἡμᾶς προϊὼν τῷ λόγῳ, 20τί ποτε τοὺς αἰῶνας οἰόμεθα20· καίτοι γε δικαιότερον ἦν παρ' ἡμῶν αὐτῷ τὰ τοιαῦτα προτείνεσθαι τῶν ἐρωτημάτων· τίς γάρ ἐστιν ὁ τοῦ θεοῦ τὴν οὐσίαν ἐπεγνωκέναι λέγων ὁ τὰ ἡμῖν ἀνέφικτα καταληπτὰ τῇ ἰδίᾳ συνέσει διοριζόμενος; οὐκοῦν αὐτὸς ἡμῖν φυσιολογείτω τὴν τῶν αἰώνων οὐσίαν ὁ τὰ ὑπερέκεινα κατειληφέναι κομπάζων, καὶ τὸ ἀμφίκρημνον τοῦτο καὶ διλήμματον τῆς ἀποκρίσεως μὴ λίαν φοβερῶς ἐπισειέτω τοῖς ἰδιώταις ἡμῖν, ὡς εἰ τόδε τοὺς αἰῶνας εἶναι νομίσομεν, τῆσδε τῆς ἀτοπίας ὑπαπαν 2.1.464 τώσης, καὶ εἰ τὸ ἕτερον, τῆς ἑτέρας. 20εἰ μὲν γὰρ ἀϊδίους20, φησί, 20λέγοιτε, Ἕλληνες ἔσεσθε καὶ Οὐαλεντῖνοι καὶ βάρβαροι· εἰ δὲ γεννητούς, οὐκέτι20, φησίν, 20ὁμολογήσετε τῷ θεῷ τὸ ἀγέν νητον20. ὢ τῆς ἀμάχου ταύτης καὶ ἀνανταγωνίστου ἐπι χειρήσεως· ἐάν τι γεννητὸν ὁμολογηθῇ, ὦ Εὐνόμιε, ἡ τοῦ ἀγεννήτου ὁμολογία παραγραφήσεται. καὶ ποῦ σοι διερρυή κασιν αἱ τοῦ γεννητοῦ πρὸς τὸ ἀγέννητον τεχνολογίαι, δι' ὧν τὸ ἀνόμοιον τῆς τοῦ υἱοῦ πρὸς τὸν γεγεννηκότα οὐσίας 2.1.465 κατεσκευάζετο; ἔοικεν γὰρ ἀφ' ὧν νῦν διδασκόμεθα μὴ ἀνομοίως ἔχειν ὁ πατὴρ κατὰ τὴν οὐσίαν ὡς πρὸς τὸ γεν νητὸν θεωρούμενος, ἀλλὰ καθόλου τῇ τοῦ ἀγεννήτου ὁμο λογίᾳ εἰς τὸ μὴ ὂν ἀναλύεσθαι, εἴπερ ἐὰν γεννητοὺς εἴπωμεν τοὺς αἰῶνας, εἰς τὸ μηκέτι τὸν ἀγέννητον ὁμολο γεῖν ἐναγόμεθα. ἀλλ' ἴδωμεν τὴν ἀνάγκην δι' ἣν ἡμᾶς πρὸς τὴν συγκατάθεσιν τῆς ἀτοπίας ταύτης συναναγκάζει. 2.1.466 20ὧν γὰρ τῇ παραθέσει20, φησί, 20προσγίνεται τῷ θεῷ τὸ ἄναρχον, τούτων οὐκ ὄντων οὐκ ἔσται τὸ προστιθέμενον20. ὢ τῆς ἰσχυρᾶς ταύτης καὶ ἀφύκτου λαβῆς· ὡς ἐκ τῶν μέσων ἡμᾶς τοῖς ἀλύτοις ἅμμασιν ἀθλητικῶς διασφίγξας ἔχει. τῇ παραθέσει τῶν αἰώνων προσγίνεσθαι λέγει τῷ θεῷ τὸ ἀγέννητον. παρὰ τίνος προσγίνεσθαι; τίς τοῦτό φησιν, ὅτι τῷ ἀνάρχως ὄντι ἐξ ἐπικτήσεως διὰ παραθέσεώς τινων προσγίνεται τὸ ἀγέν νητον; οὔτε ἡ λέξις οὔτε ἡ διάνοια τῆς ἀτοπίας ταύτης 2.1.467 ἐν τοῖς ἡμετέροις ἐλέγχεται λόγοις. ἡ μὲν γὰρ λέξις ἑαυτῆς ἐστι συνήγορος οὐδὲν ἔχουσα τοιοῦτον οἷον καθ' ἡμῶν προ ενήνεκται· τῆς δὲ τῶν εἰρημένων ἐμφάσεως τίς ἂν ἐξηγητὴς ἀξιοπιστότερος νομισθείη αὐτῶν τῶν πατέρων τοῦ λόγου; οὐκοῦν ἡμεῖς δικαιότεροι λέγειν τί νοοῦμεν, ὅταν ἐπέκεινα τῶν αἰώνων τὴν ζωὴν τοῦ θεοῦ εἶναι διοριζώμεθα· λέγομεν 2.1.468 δὲ ταῦτα ἅπερ ἐν τοῖς φθάσασιν εἴρηται. ἀλλά φησι τῆς παραθέσεως τῶν αἰώνων οὐκ οὔσης ἀδύνατον εἶναι τὸ ἐκ ταύτης τῷ θεῷ προστιθέμενον, προστεθεῖσθαι δὲ τὴν ἀγεν νησίαν λέγει. λεγέτω καὶ παρ' ὅτου τῷ θεῷ τὸ τοιοῦτον προστέθειται. εἰ μὲν οὖν παρ' ἑαυτοῦ, γελοῖος ἂν εἴη τὴν ἰδίαν ἄνοιαν ἐπικαλῶν τοῖς ἡμετέροις λόγοις· εἰ δὲ παρ' ἡμῶν, ὑπαναγνώτω τὴν λέξιν, καὶ τὴν κατηγορίαν δεξόμεθα. 2.1.469 Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι καὶ ταῦτα καὶ ὅσα τούτων κατὰ