1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

142

μουσικοῦ μεγαλοφωνοτέρας οὔσης τῆς σάλπιγγος, οἰκείως παρείληπται τὸ παράδειγμα εἰς παράστασιν τοῦ πάντων τῶν ἐξ αἰῶνος κραταιοτέραν καὶ μεγαλοφωνοτέραν τὴν περὶ τοῦ Χριστοῦ πᾶσιν ἀνθρώποις κατηγγέλθαι διδασκαλίαν, δι' ἧς ὥσπερ διὰ σάλ πιγγος εἰς ἐξάκουστον πάντων τῶν ἀνθρώπων βοᾷ καὶ κέκραγεν τὸ πνεῦμα τὸ ἅγιον τὰ ἑξῆς τοῦ ψαλμοῦ, δι' ὧν εἴρηται· «ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε· ὅτι βασιλεὺς» οὐκέτι μόνου τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ «πάσης», φησί, «τῆς γῆς ὁ θεός», «ψάλατε συνετῶς». 6.2.8 οὐκέτι γὰρ οἱ πρὶν δαίμονες, φησίν, οὐδὲ τὰ περίγεια καὶ ἀπατηλὰ πνεύματα, ἀλλ' αὐτὸς «ὁ θεὸς» «ἐβασίλευσεν ἐπὶ πάντα τὰ ἔθνη», «ὁ θεὸς» αὐτός, ὃς «κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ». ἤδη δὲ πρότερον τοῦ θεοῦ λόγου τὸν θρόνον, ἐφ' ὃν καθέζεσθαι ὁ πατὴρ αὐτῷ παρεκελεύσατο εἰπών «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου», διὰ τοῦ πρὸ τούτου συγγράμματος παρεστήσαμεν. 6.2.9 τὸ δὲ «ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ» ἔτι σαφέστερον δηλοῖ μετατεθεῖσθαι εἰς τὸν κλῆρον τῶν πάλαι θεοφιλῶν τοῦ θεοῦ προφητῶν τοὺς ἐξ ἐθνῶν «ἄρχοντας» τῆς Χριστοῦ ἐκκλησίας, οἳ καὶ τῇ δυνάμει τοῦ σωτῆρος ἡμῶν κραταιωθέντες «σφόδρα ἐπήρθησαν», οὐδενὸς ἀνθρώπων καταβαλεῖν αὐτοὺς καὶ ταπεινῶσαι δεδυνημένου διὰ τὴν ἀνυψοῦσαν αὐτοὺς καὶ δυναμοῦσαν τοῦ θεοῦ δεξιάν. καὶ ταῦτα δὲ ἐπὶ σχολῆς ἐντελοῦς τεύξεται διηγήσεως. 6.3.1 Ἀπὸ Ψαλμοῦ μθʹ. «Θεὸς θεῶν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν· ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται». 6.3.2 καὶ μεθ' ἕτερα· «ἄκουσον», φησί, «λαός μου, καὶ λαλήσω σοι, Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι· ὁ θεὸς ὁ θεός σού εἰμι ἐγώ. οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού εἰσι διὰ παντός· οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες· ἔγνωκα πάντα τὰ πετηνὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν. ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. μὴ φάγομαι κρέα ταύρων; ἢ αἷμα τράγων πίομαι; θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως.» 6.3.3 Κἀνταῦθα ἡ θεία πρόρρησις σαφῶς θεὸν «ἐμφανῶς ἥξειν» θεσπίζει, οὐκ ἄλλον ἢ τὸν τοῦ θεοῦ λόγον δηλοῦσα. καὶ τὸ αἴτιον δὲ τῆς παρουσίας αὐτοῦ σαφέστατα παρίστησιν, αὖθις τὴν κλῆσιν σημαίνουσα τῶν καθ' ὅλης τῆς οἰκουμένης ἐθνῶν. «ἐκάλεσεν», γοῦν φησί, «τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν». σφόδρα δὲ ἀκολούθως μετὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ μετὰ τὴν κλῆσιν τῶν ἐθνῶν τὴν παραίτησιν τῆς κατὰ τὸν Μωσέως νόμον σωματικωτέρας λατρείας διδάσκει, ἣ καὶ αὐτὴ τέλους ἔτυχεν μετὰ τὴν τοῦ θεοῦ λόγου εἰς πάντας ἀνθρώπους ἐπιφάνειαν. 6.3.4 ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο κέκληνται μὲν πάντες οἱ ἐπὶ πάσης τῆς οἰκουμένης ἄνθρωποι, καὶ πάντα τὰ «ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν» ἔθνη, πέπαυται δὲ καὶ καθῄρηται ἡ κατὰ Ἰουδαίους θρησκεία, κατὰ τὴν καινὴν διαθήκην τοῦ εὐαγγελικοῦ κηρύγματος ἀλλ' οὐ κατὰ τὸν Μωσέως νόμον πάντων ἀνθρώπων εὐσεβεῖν παρηγγελμένων. ταῦτα δὲ καὶ ἐπὶ τὴν δευτέραν καὶ ἔνδοξον ἐπιφάνειαν τοῦ σωτῆρος ἀναφέροιτο ἄν. 6.4.1 Ἀπὸ Ψαλμοῦ πγʹ. «Ὀφθήσεται ὁ θεὸς ... τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ θεὸς Ἰακώβ· ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεός, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου.» 6.4.2 Τὸν «θεὸν τῶν θεῶν» ὀφθήσεσθαι προειπών, εὔχεται τὴν ἐπιφάνειαν αὐτοῦ ᾗ τάχος ἐπιστῆναι, καθ' ὃν ὀφθήσεται τρόπον διδάσκων διὰ τοῦ «ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου», ὡσεὶ σαφέστερον εἰρήκει· διὰ τοῦ προσώπου τοῦ χριστοῦ σου ἐπιφάνηθι. ἐπεὶ γὰρ ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα τὸν πέμψαντα αὐτόν,