142
τὸ ἀκόλουθον ἔχεται. παιδίων γὰρ ἄντικρύς ἐστιν ἀθύρματα κατασκευάς τινας οἰκοδομημάτων ἐν ψάμμῳ διατιθέντων. συνθεὶς γάρ τινα κώλου περίοδον καὶ μόλις ἐπὶ τὸ πέρας διεξελθὼν 20τὴν αὐτὴν ζωὴν20 ἀποδεί κνυσιν 20ἄναρχόν τε εἶναι καὶ ἀτελεύτητον20, ἡμε τέραν πληρῶν εὐχὴν ἐν τῇ τοιαύτῃ σπουδῇ. οὐδὲ γὰρ παρ' ἡμῶν ἄλλο τι λέγεται ἢ ὅτι μία ἐστὶ καὶ συνεχὴς αὐτὴ πρὸς ἑαυτὴν ἡ θεία ζωή, ἄπειρός τε καὶ ἀΐδιος καὶ οὐδα 2.1.470 μόθεν οὐδενὶ πέρατι κωλυομένη πρὸς τὸ ἀόριστον. μέχρι τούτων ὁ λογογράφος τοὺς ἑαυτοῦ πόνους καὶ τοὺς ἱδρῶτας τῇ ἀληθείᾳ χαρίζεται, δεικνὺς τὴν αὐτὴν ζωὴν κατ' οὐδέ τερον μέρος περατουμένην, οὔτε εἰ τὸ πρὸ αἰώνων τις ἐξε τάζοι οὔτε εἰ τὸ μετὰ τοῦτο λογίζοιτο. ἀλλ' ἐν τοῖς ἐφεξῆς πάλιν πρὸς τὴν ἰδίαν ἐπανέρχεται σύγχυσιν. εἰπὼν γὰρ τὴν αὐτὴν εἶναι ζωὴν ἄναρχόν τε καὶ ἀτελεύτητον, ἀφεὶς τὸν περὶ τῆς ζωῆς λόγον καὶ τὰς ἐπιθεωρουμένας ὑπο λήψεις τῇ θείᾳ ζωῇ εἰς μίαν τὰς πάσας ἔννοιαν συντάξας 2.1.471 ἓν τὰ πάντα ἐποίησεν. 20εἰ γὰρ ἡ ζωή20, φησίν, 20ἄναρχός τε καὶ ἀτελεύτητος καὶ ἄφθαρτός ἐστι καὶ ἀγέννητος, ταὐτὸν ἂν εἴη τῷ ἀγεννήτῳ ἡ ἀφθαρσία καὶ τῷ ἀτελευτήτῳ τὸ ἄναρχον20. καὶ προστίθησι τούτοις τὴν ἐκ τῶν λογισμῶν συμμαχίαν· 20οὐ γὰρ δυνατόν20, φησί, 20τὴν μὲν ζωὴν εἶναι μίαν, τὸν δὲ τοῦ ἀφθάρτου λόγον μὴ τὸν αὐτὸν εἶναι τῷ τοῦ ἀγεννήτου λόγῳ20. καλῶς ὁ γενναῖος προστίθησι. 2.1.472 δοκεῖ δὲ μηδὲ τὸν τῆς δικαιοσύνης λόγον ἕτερον παρὰ τὰ εἰρημένα τυγχάνειν μηδὲ τὸν τῆς σοφίας καὶ τὸν τῆς δυνά μεως καὶ τὸν τῆς ἀγαθότητος καὶ ἑκάστου τῶν θεοπρεπῶν ὀνομάτων, καὶ μηδεὶς ἔστω λόγος κατὰ τὸ ἰδιάζον νοού μενος, ἀλλ' ἐπὶ παντὶ τῷ καταλόγῳ τῶν ὀνομάτων ἓν ὑπο κείσθω τὸ σημαινόμενον, καὶ εἷς ὑπογραφῆς λόγος τὸν περὶ ἑκάστου τῶν λεγομένων ὅρον ἀποπληρούτω· κἂν ἐρω τηθῇς τὸ τοῦ κριτοῦ σημαινόμενον, τὴν τῆς ἀγεννησίας ἑρμηνείαν ἀπόκριναι, κἂν τῆς δικαιοσύνης δέῃ τὸν ὁρισμὸν ἀποδοῦναι, τὸ ἀσώματόν σοι πρόχειρον εἰς τὴν ἀπόκρισιν ἔστω, τί δὲ σημαίνει ἡ ἀφθαρσία, ὅπερ ἡ τοῦ ἐλέου πάν 2.1.473 τως ἐρεῖς ἢ ἡ τῆς κρίσεως σημασία παρίστησιν. οὕτω καὶ τὰ καθ' ἕκαστα πάντα πρὸς ἄλληλα μεταχωρείτω, μηδεμιᾶς ἰδιαζούσης ἐμφάσεως τὸ ἕτερον τοῦ ἑτέρου δια στελλούσης. καὶ εἰ ταῦτα νομοθετεῖ ὁ Εὐνόμιος, τί μάτην αἱ γραφαὶ πολυωνύμως τὴν θείαν φύσιν ἀνακαλοῦσιν, θεὸν κριτὴν δίκαιον ἰσχυρὸν μακρόθυμον ἀληθινὸν ἐλεήμονα καὶ 2.1.474 ἄλλα πολλὰ τοιαῦτα κατονομάζουσαι; εἰ γὰρ οὐδὲν τῶν ὀνομάτων ἐπί τινος ἰδιαζούσης ἐννοίας καταλαμβάνεται, πάντα δὲ ἀλλήλοις διὰ τῆς κατὰ τὸ σημαινόμενον συγχύ σεως ἀναπέφυρται, μάταιον ἂν εἴη πολλαῖς ἐπὶ τοῦ αὐτοῦ ταῖς ἐπωνυμίαις κεχρῆσθαι, μηδεμιᾶς τῆς κατὰ τὸ σημαι νόμενον διαφορᾶς ἀπ' ἀλλήλων τὰ ὀνόματα διαστελλούσης. 2.1.475 ἀλλὰ τίς οὕτως ἀπόπληκτος ὡς ἀγνοεῖν ὅτι ἡ μὲν θεία φύσις, ὅ τι ποτὲ κατ' οὐσίαν ἐστί, μία ἐστὶν ἁπλῆ τις καὶ μονοειδὴς καὶ ἀσύνθετος καὶ κατ' οὐδένα τρόπον ἐν ποικίλῃ τινὶ συνθέσει θεωρουμένη, ἡ δὲ ἀνθρωπίνη ψυχὴ χαμαὶ κειμένη καὶ ἐν τῷ γηίνῳ τούτῳ βίῳ κατορωρυγμένη διὰ τὸ μὴ δύνασθαι τηλαυγῶς κατιδεῖν τὸ ζητούμενον πολλαῖς ἐν νοίαις τῆς ἀφράστου φύσεως πολυτρόπως καὶ πολυμερῶς ἐπορέγεται, οὐ κατὰ μίαν τινὰ διάνοιαν τὸ κεκρυμμένον 2.1.476 θηρεύουσα; ἦ γὰρ ἂν εὔκολος ἦν ἡ κατάληψις, εἰ μία τις ἡμῖν ἔφοδος πρὸς τὴν θείαν ἀποκέκριτο γνῶσιν· νυνὶ δὲ διὰ μὲν τῆς ἐμφαινομένης τῷ παντὶ σοφίας σοφὸν εἶναι τὸ τοῦ παντὸς ἐπιστατοῦν ἐνοήσαμεν, διὰ δὲ τῆς τῶν θαυ μάτων μεγαλουργίας δυνάμεως ἔμφασιν ἐδεξάμεθα, τὸ δὲ ἐξ ἐκείνου πᾶν ἐξῆφθαι πιστεύειν τοῦ μηδεμίαν αὐτοῦ τῆς ὑπάρξεως αἰτίαν εἶναι τεκμήριον γίνεται. 2.1.477 Πάλιν τὸ βδελυκτὸν τῆς κακίας νοήσαντες τὸ ἀναλ λοίωτον αὐτοῦ καὶ ἀμιγὲς πρὸς κακίαν καταλαμβάνομεν τήν τε τοῦ θανάτου διαφθορὰν κακῶν ἔσχατον εἶναι νομί σαντες ἀθάνατόν τε καὶ ἄφθαρτον τὸν ἀλλότριον παντὸς τοιούτου νοήματος ὠνομάσαμεν, οὐ τὸ ὑποκείμενον ταῖς ἐννοίαις ταύταις συνδιασχίζοντες, ἀλλ' ὅ τι ποτὲ κατ' οὐσίαν ἐστίν, ἓν εἶναι πεπιστευκότες πρὸς πάσας τὰς τοιαύτας 2.1.478