143
εἰκότως διὰ τοῦ προσώπου τοῦ Χριστοῦ ἐπιφανήσεσθαι τὸν ἐν τῷ Χριστῷ κατοικοῦντα «θεὸν τῶν θεῶν» ἀπαγγέλλει. 6.5.1 Ἀπὸ Ψαλμοῦ εʹ. «Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ. ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς», 6.5.2 καὶ πάλιν· «ἐνέγκατε τῷ κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν», καὶ πάλιν· «εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασί λευσεν», 6.5.3 καὶ ἐπὶ πᾶσιν ἐπιλέγει· «τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ». 6.5.4 Κἀνταῦθα πάλιν ἐρχόμενος εἰς ἀνθρώπους κύριος προφητεύεται, καινόν τε ᾆσμα ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ ᾄσεσθαι, τὴν καινὴν δηλονότι διαθήκην, οὐ τὸ Ἰουδαίων ἔθνος ἀλλὰ πᾶσαν τὴν γῆν, εὐαγγελισθήσεσθαί τε οὐκέτι τὸν Ἰσραὴλ ἀλλὰ πάντα τὰ ἔθνη, ἐπειδήπερ αὐτῶν ἔσεσθαί φησιν βασιλέα τὸν ἐρχόμενον κύριον. 6.5.5 τίς δ' ἂν εἴη οὗτος ἢ ὁ θεὸς λόγος, ὃς μέλλων δικαιοσύνῃ τὴν οἰκουμένην καὶ ἀληθείᾳ τὴν ἀνθρωπότητα κρίνειν, ἐξ ἴσης ἅπαντας τοὺς ἐπὶ τῆς οἰκουμένης ἀνθρώπους τῆς αὐτοῦ κλήσεως καὶ τῆς ἐπὶ ταύτῃ παρὰ τῷ θεῷ σωτηρίας κατηξίωσεν; 6.6.1 Ἀπὸ Ψαλμοῦ ζʹ. «Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν», καὶ τὰ ἑξῆς· «ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν ἐθνῶν· ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ», καὶ πάλιν· «εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. ἀλαλάξατε τῷ κυρίῳ πᾶσα ἡ γῆ», καὶ ἐπὶ πᾶσι· «τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται, ὅτι ἥκει κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι». 6.6.2 Πολλῶν ἀγαθῶν αἰτία καὶ διὰ τούτων ἡ τοῦ κυρίου παρουσία τοῖς ἔθνεσιν γεγενῆσθαι προφητεύεται, ἃ καὶ διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν ἐπὶ πέρας ἀχθέντα δείκνυται. ἐξ ἐκείνου γάρ τοι καὶ οὐ πρότερον τὸ καινὸν ᾆσμα τῆς καινῆς διαθήκης εἰς πάντας ἀνθρώπους ᾄδεται καὶ τὰ θαυμάσια αὐτοῦ διὰ τῆς τῶν εὐαγγελίων γραφῆς γνώριμα καὶ ἐξάκουστα τοῖς πᾶσι γίνεται. οὐ μὴν ἀλλὰ καὶ τὸ σωτήριον, τὸ κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ, πᾶσιν ἀπεκαλύφθη τοῖς ἔθνεσιν, καὶ ἡ ἀληθὴς δικαιοσύνη, δι' ἧς ἐναργῶς ἀπεδείχθη ὅτι μὴ Ἰουδαίων ὁ θεὸς μόνον ἀλλὰ καὶ ἐθνῶν. 6.6.3 «ἐπείπερ εἷς ὁ θεός», κατὰ τὸν ἱερὸν ἀπόστολον, «ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως». τὸ δὲ «ὅτι ἔρχεται κρῖναι τὴν γῆν» γένοιτ' ἂν δηλωτικὸν καὶ τῆς δευτέρας αὐτοῦ παρουσίας. 6.7.1 Ἀπὸ Ψαλμοῦ ρʹ. «Ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. ὅτι συνέτριψεν πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν, διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν. πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου. καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς, ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς, καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν», 6.7.2 καὶ μεθ' ἕτερα· «ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδραις πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψος, γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. ἔθετο τὴν ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλιν κατοικεσίας». 6.7.3 Καὶ ταῦτα σαφῶς ὀνομαστὶ τὴν τοῦ θεοῦ λόγου ἐξ οὐρανῶν κάθοδον εὐαγγελίζεται, τά τε τῆς παρουσίας αὐτοῦ κατορθώματα. «ἀπέστειλεν», γοῦν φησιν, «τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς.» λόγον δὲ θεοῦ ἡμεῖς σαφῶς τοῦτόν φαμεν τὸν πρὸς τοῦ πατρὸς ἀποσταλέντα πᾶσιν ἀνθρώποις σωτῆρα, ὃν καὶ διὰ τῶν ἱερῶν εὐαγγελίων θεολογεῖν