1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

144

πεπαιδεύμεθα. 6.7.4 αἰνίττεται δὲ καὶ τὴν μέχρι θανάτου κάθοδον αὐτοῦ διὰ τοὺς ἐφθακότας εἰς τοῦτον γεγενημένην, καὶ τήν γε αἰτίαν τῆς ἀφίξεως αὐτοῦ παρίστησιν, τὴν ἀπολύτρωσιν ἐμφαίνων τῶν δι' αὐτοῦ σωθησομένων. τοὺς γὰρ ἐφθακότας «ἕως τῶν πυλῶν τοῦ θανάτου» ἔσωσεν μόνος αὐτός· τούτους δὲ καὶ «ἐρρύσατο» ἰασάμενος «ἐκ τῶν διαφθορῶν αὐτῶν»· καὶ διεπράξατό γε ταῦτα οὐκ ἄλλως ἢ τοῦ θανάτου τὰς λεγομένας «πύλας χαλκᾶς» συντρίψας καὶ τοὺς «σιδηροῦς μοχλοὺς» συγκλάσας. 6.7.5 καὶ δὴ μετὰ ταῦτα ἀκολούθως προφητεύει τὴν εἰς ἔρημον κατάστασιν τῶν μὴ ἐλθόντα παραδεξαμένων αὐτόν· «ἔθετο», γάρ φησιν, «ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψος, γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.» ἃ καὶ νοήσεις ἀναδραμὼν τοῦ Ἰουδαίων ἔθνους ἐπὶ τὴν πάλαι βοωμένην Ἱερουσαλήμ, καὶ τὴν δόξαν αὐτῆς, καὶ τὴν ἐν θεῷ καρποφορίαν, τῶν ἐν αὐτῇ πολιτευομένων ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν ἐπὶ τοῦ παρόντος ἐστερημένην. 6.7.6 μετὰ γὰρ τὴν τοῦ Χριστοῦ παρουσίαν γέγονεν ἀληθῶς ἄκαρπος καὶ ἄνυδρος καὶ παντελῶς ἔρημος καί, ὥς φησιν ἡ προφητεία, «εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων αὐτήν». τούτοις ἐπισυνάπτει σφόδρα ἀκολούθως, προφητικῷ τρόπῳ αἰνιττόμενος, τῆς πάλαι ἐρήμου καὶ διψάδος, ἤτοι πάσης ἀνθρώπου ψυχῆς ἢ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, τὴν εἰς εὐσέβειαν μεταβολὴν τήν τε ἐν θείοις λόγοις καρποφορίαν. 6.7.7 ἃ καὶ προδήλως αἰνίττεται λέγων· «ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων», καὶ τὰ ἑξῆς· ἅπερ νοῆσαι μόνου τοῦ παρὰ θεῷ γένοιτ' ἂν σοφοῦ, κατὰ τὴν ἐπὶ τέλει τοῦ ψαλμοῦ φήσασαν ἐπαγωγήν· «τίς σοφὸς καὶ φυλάξει ταῦτα;» καὶ τὰ ἑξῆς. 6.8.1 Ἀπὸ Ψαλμοῦ ριζʹ. «Αἰνεῖτε τὸν κύριον, πάντα τὰ ἔθνη, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί· ὅτι ἐκραταιώθη ἐφ' ἡμᾶς τὸ ἔλεος αὐτοῦ», καὶ τὰ ἑξῆς· «ὦ κύριε, σῶσον δή, ὦ κύριε, εὐόδωσον δή. εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν». 6.8.2 Καὶ τούτου μέμνηται ἡ ἱερὰ τοῦ εὐαγγελίου γραφή, τέλους τετυχηκότος ὁπηνίκα ὁ σωτὴρ καὶ κύριος ἡμῶν αὐτὸς ὁ Χριστὸς εἰσῄει εἰς τὰ Ἱεροσόλυμα, πολύ τε πλῆθος ἀνδρῶν καὶ παίδων προῆγεν αὐτὸν μετ' εὐφροσύνης ἐπιβοώντων· «ὡς ἀννὰ τῷ υἱῷ ∆αβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὡς ἀννὰ ἐν τοῖς ὑψίστοις». ἀντὶ γὰρ τοῦ «ὦ κύριε, σῶσον δή» κειμένου ἐν τῷ ψαλμῷ τὸ «ὡς ἀννά» ἑβραϊκώτερον φάσκοντες ἐπεβόων, ἑρμηνεύεται δὲ τοῦτο «σῶσον δή». 6.8.3 καὶ τὸ «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου» διασαφεῖ τὸ λόγιον ἑξῆς φάσκον· «θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν». οὐκοῦν εἷς καὶ ὁ αὐτὸς ἦν ὁ ἐπιφανεὶς ἡμῖν «θεὸς κύριος», ὁ τοῦ θεοῦ δηλαδὴ λόγος, ὁ καὶ διὰ τοῦτο «εὐλογημένος», ὅτι δὴ «ἐν ὀνόματι κυρίου» τοῦ πέμψαντος αὐτὸν πατρὸς τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν ἐποιήσατο. ἐλέγχων γοῦν τοὺς ἀπιστοῦντας αὐτῷ τῶν ἐκ περιτομῆς ἔλεγεν πρὸς αὐτούς· «ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με. ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε». εἰκότως οὖν τὸ πνεῦμα τὸ ἅγιον οὐκέτι τῷ Ἰουδαίων λαῷ ἀλλὰ πᾶσι τοῖς ἔθνεσιν τὰ ἐν τῇ ἀρχῇ τοῦ ψαλμοῦ προσφωνεῖ. 6.9.1 Ἀπὸ Ψαλμοῦ ρμγʹ. «Κύριε, τί ἐστὶν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτόν; κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται», καὶ ὑποβὰς ἐπιλέγει· «ὁ θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι». Ἔχεσθαι καὶ ταῦτα τῆς προκειμένης ὑποθέσεως ἡγοῦμαι. τὴν γὰρ εἰς ἀνθρώπους γνῶσιν τοῦ θεοῦ λόγου θαυμάζων, ὑπερεκπλήττεται τῆς φιλανθρωπίας, δι' ἧς τῆς θεότητος ὑποβὰς καὶ τοῦ συμφυοῦς μεγέθους ἑαυτὸν σμικρύνας ἠξίωσεν τῆς ἰδίας γνώσεως τὸ ἀνθρώπειον γένος. 6.9.2 ἐνταῦθα μὲν οὖν εὔχεται λέγων· «κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι», ἐν δὲ τῷ ἑπτακαιδεκάτῳ ψαλμῷ εἴρηται· «καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων». 6.9.3 δι' ὧν τὰ τῆς ἀνόδου, ἣν ἀπὸ γῆς εἰς