144
μιᾶς ἕνα καὶ τὸν αὐτὸν εἶναι λόγον, κἂν τοῖς ὀνόμασι καὶ τῷ τρόπῳ καὶ τῇ τάξει φαί νηται διάφορος· τῶν γὰρ ἀληθῶν λόγων ἐκ τῶν ὑποκειμένων καὶ δηλουμένων πραγμάτων λαμβανόντων τὴν ἐπίκρισιν καὶ τῶν ἑτέρων ἑτέροις πράγμασι συναρμοζομένων, ὥσπερ αὖ καὶ τῶν αὐτῶν τοῖς αὐτοῖς, ἐξ ἀνάγκης δεῖν δυοῖν εἶναι θάτερον, ἢ καὶ τὸ πρᾶγμα τὸ δη λούμενον πάντως ἕτερον ἢ μηδὲ τὸν δηλοῦντα λόγον ἕτερον, μηδενὸς ὑποκειμένου πράγματος παρὰ τὴν20 τοῦ υἱοῦ 20ζωήν, ᾧ τις ἂν ἢ τὴν διάνοιαν 2.1.488 ἐπερείσειεν ἢ τὸν ἕτερον λόγον ἐπιρρίψειε20. μή τίς ἐστιν ἐν τοῖς εἰρημένοις ἀναρμοστία, ὡς οὐ δέον ἐπὶ τοῦ μονογενοῦς τὰ τοιαῦτα λέγειν ἢ γράφειν; οὐχὶ καὶ ὁ υἱὸς αὐτός ἐστι 20ζωὴ εἰλικρινῶς μία20; οὐχὶ καὶ ἐπ' αὐτοῦ 20ἕνα καὶ τὸν αὐτὸν εἶναι20 προσήκει 20λόγον, κἂν τοῖς ὀνόμασιν ἢ τῷ τρόπῳ καὶ τῇ τάξει φαίνηται διάφορος20; οὐχὶ καὶ ἐπ' ἐκείνου 20τῶν δύο20 τὸ 20ἕτερον ἐξ ἀνάγκης20 στήσεται, 20ἢ καὶ τὸ πρᾶγμα τὸ δηλούμενον πάντως ἕτερον ἢ μηδὲ τὸν δη λοῦντα λόγον, μηδενὸς ὑποκειμένου πράγματος παρὰ τὴν ζωὴν αὐτοῦ, ᾧ τις ἂν ἢ τὴν διάνοιαν ἐπερείσειεν ἢ τὸν ἕτερον λόγον ἐπιρρίψειεν20; 2.1.489 οὐδὲν παρ' ἡμῶν τοῖς περὶ τοῦ πατρὸς εἰρημένοις παρὰ τοῦ Εὐνομίου ἐμμέμικται, ἀλλ' ἐπ' αὐτῆς ἤλθομεν τῆς ὁμολογίας καὶ τῆς ἀκολουθίας, μόνον "1τοῦ υἱοῦ"2 παρεν θέντες τὸ ὄνομα. εἰ οὖν καὶ αὐτὸς μία ζωὴ εἰλικρινὴς πάσης συνθέσεως καὶ διπλόης κεχωρισμένη καὶ οὐδὲν ὑπό κειται πρᾶγμα παρὰ τὴν τοῦ υἱοῦ ζωήν (πῶς γὰρ <ἂν> ἐν τῷ ἁπλῷ μίξις ἀλλοτρίου πράγματος ὑποπτεύοιτο; οὐ γὰρ ἂν ἔτι ἁπλοῦν εἴη τὸ μεθ' ἑτέρου νοούμενον), ἁπλῆ δὲ ζωὴ καὶ ἡ τοῦ πατρὸς οὐσία, ἁπλῆς δὲ ζωῆς κατ' αὐτὸν τόν τε τῆς ζωῆς καὶ τὸν τῆς ἁπλότητος λόγον οὐδεμία τίς ἐστι διαφορά, οὔτε ἐπιτάσεως οὔτε ὑφέσεως οὔτε τῆς κατὰ τὸ ποσὸν ἢ ποιὸν ἑτερότητος τὴν παραλλαγὴν ἐμποιούσης, ἀνάγκη πᾶσα τὰ ταῖς αὐταῖς ἐννοίαις συμβαίνοντα καὶ 2.1.490 ὑπὸ τῶν αὐτῶν προσηγοριῶν ὀνομάζεσθαι. εἰ οὖν ἓν τὸ πρᾶγμα τὸ κατὰ τὴν ἁπλότητα τῆς ζωῆς ἐν πατρὶ καὶ υἱῷ καταλαμβάνεται, οὐδεμίαν τοῦ τῆς ἁπλότητος λόγου καθὼς εἴρηται παραλλαγὴν δεχομένου, ἀνάγκη πᾶσα τὸ τῷ ἑνὶ ἐφαρμοζόμενον ὄνομα καὶ πρὸς τὸ ἕτερον προσφυῶς ἔχειν· ὥστε εἰ ἡ ἁπλότης τῆς τοῦ πατρὸς ζωῆς τῷ τῆς ἀγεννησίας ὀνόματι διασημαίνεται, μηδὲ πρὸς τὴν τοῦ υἱοῦ ἁπλότητα 2.1.491 τὴν φωνὴν ἀνοικείως ἔχειν. ὥσπερ γὰρ τὸ λογικὸν καὶ θνητὸν καὶ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἄνθρωπος ὀνομάζεται ὁμοίως ἐπί τε τοῦ Ἀδὰμ καὶ τοῦ Ἄβελ καὶ οὐδὲν τὴν τῆς φύσεως ἐπωνυμίαν ὑπήμειψεν, οὔτε ἐπὶ τοῦ Ἄβελ τὸ διὰ γεννήσεως οὔτε ἐπὶ τοῦ Ἀδὰμ τὸ ἄνευ γεννήσεως εἰς ζωὴν παρελθεῖν, οὕτως εἴπερ τὸ ἁπλοῦν καὶ ἀσύνθετον τῆς τοῦ πατρὸς ζωῆς ὄνομα τὴν ἀγεννησίαν ἔχει, ὡσαύτως καὶ ἐπὶ τῆς τοῦ υἱοῦ ζωῆς ἡ αὐτὴ ἔννοια τῇ αὐτῇ φωνῇ κατ' ἀνάγκην ἐφαρμοσθήσεται, εἴπερ 20δεῖ20, καθώς φησιν ὁ Εὐνόμιος, 20δυοῖν θάτερον, ἢ καὶ τὸ πρᾶγμα τὸ δηλούμενον πάντως ἕτερον ἢ μηδὲ τὸν δηλοῦντα λόγον ἕτερον20 εἶναι. 2.1.492 Ἀλλὰ τί τοῖς ματαίοις ἐμφιλοχωροῦμεν εἰκῇ, δέον αὐτὴν τοῖς φιλοπονωτέροις εἰς ἔλεγχον τῆς ἀνοίας τῶν λό γων προτείνειν τοῦ Εὐνομίου τὴν βίβλον καὶ δίχα τῶν εὐθυ νόντων αὐτόθεν οὐ μόνον τὸ τοῦ δόγματος βλάσφημον, ἀλλὰ καὶ τὸ τῆς συνηθείας ἄτονον τοῖς συνετοῖς ἐπιδεικνύναι; πολυτρόπως γὰρ οὐκ ἐπὶ τῆς ἡμετέρας ἐννοίας, ἀλλὰ κατὰ τὸ αὐτῷ δοκοῦν τὸ τῆς ἐπινοίας ὄνομα παρερμηνεύων, καθ άπερ ἐν νυκτομαχίᾳ μηδενὸς διακρίνοντος τὸ φίλιόν τε καὶ ἀλλότριον, δι' ὧν ἡμῖν προσπολεμεῖν οἴεται, τὸ ἴδιον δόγμα 2.1.493 κατακεντῶν οὐ συνίησιν. ᾧ γὰρ μάλιστα τῆς ἐκκλησίας τῶν εὐσεβούντων ἑαυτὸν ἀλλοτριοῦν οἴεται δεῖν τοῦτό ἐστι, τὸ κατασκευάζειν 20ὀψέ ποτε τὸν θεὸν γεγενῆσθαι πατέρα καὶ τὸ τῆς πατρότητος ὄνομα νεώτερον εἶναι τῶν λοιπῶν ὀνομάτων, ὅσα περὶ αὐτὸν λέγεται. ἐξ ἐκείνου γὰρ αὐτὸν κληθῆναι πα τέρα ἀφ' οὗ προέθετο γενέσθαι πατὴρ καὶ 2.1.494 ἐγένετο20. ἐπειδὴ τοίνυν ἐν τῷ λόγῳ τούτῳ κατα σκευάζει 20πάσας τὰς ἐπιλεγομένας τῇ θείᾳ φύσει προσηγορίας κατὰ τὸ σημαινόμενον ἀλ λήλαις