145
οὐρανοὺς ἐποιήσατο, θεσπίζει. ὅπως δὲ κάθοδον χρὴ νοεῖν καὶ ἄνοδον, τοῦ θεοῦ λόγου οὐ τοπικῶς μεταβάσεις ποιουμένου, τροπικῶς δὲ τὰς τοιάσδε οἰκονομίας αὐτοῦ τοῦτον τῆς γραφῆς ἀποκαλούσης τὸν τρόπον, ἐπ' οἰκείας ἀποδώσομεν σχολῆς. 6.9.4 ἔδει δὲ μνημονεῦσαι ἐν τούτοις καὶ τῆς καινῆς διαθήκης, ἣν ἔμελλεν ἡ τοῦ Χριστοῦ παρουσία προξενήσειν ἀνθρώποις· αὕτη δέ ἐστιν ἡ καινὴ ᾠδὴ μετὰ τὴν παλαιὰν ὑπὸ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι δεδομένη. διό φησιν τὸ μετὰ χεῖρας λόγιον· «ὁ θεὸς ᾠδὴν καινὴν ᾄσομαί σοι». 6.9.5 τὸ δὲ «ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται» αἰνίττεσθαι ἡγοῦμαι ἐμπρησμὸν καὶ ἀφανισμὸν πάσης εἰδωλολατρίας, ἥτις παρὰ τοῖς παλαιοῖς ἐν τοῖς ὄρεσι μάλιστα ἐσπουδάζετο, ὥστε ἤδη καὶ αὐτοὺς Ἰουδαίους ἀπελέγχεσθαι, ὡς «ἐπὶ πᾶν ὄρος ὑψηλὸν» κατὰ μίμησιν τῶν ἀλλοφύλων ἐθνῶν εἰδωλολατροῦντας. 6.10.1 Ἀπὸ Ψαλμοῦ ρμζʹ. «Ἐπαίνει, Ἰερουσαλήμ, τὸν κύριον,αἴνει τὸν θεόν σου, Σιών», εἶθ' ὑποβάς φησιν· «ὁ ἀποστέλλων τὸν λόγον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ». Σαφὲς δὲ ὅτι τοῦ ἀποστελλομένου ὁ ἀποστέλλων ἕτερος ὢν τυγχάνει. ἔχεις τοιγαροῦν κἀνταῦθα τὸν μὲν ἀποστέλλοντα τὸν ἐπὶ πάντων θεόν, τὸν δὲ ἀποστελλόμενον τὸν λόγον, ὃς πολυώνυμος ὢν τοτὲ μὲν σοφία τοτὲ δὲ λόγος ἄλλοτε δὲ θεὸς καὶ πάλιν κύριος διὰ τῶν θείων χρησμῶν ἀνηγόρευται. 6.10.2 ἐπιστήσας δὲ τίνα τρόπον ἐν σφόδρα χρόνῳ βραχεῖ τὴν πᾶσαν οἰκουμένην ἔπλησεν ὁ τῆς διδασκαλίας αὐτοῦ λόγος, εὖ οἶδ' ὅτι τὸ ἀποτέλεσμα θαυμάσεις τῆς προρρήσεως φασκούσης «ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ». 6.11.1 Ἀπὸ τῆς βʹ τῶν Βασιλειῶν. «Καὶ ἐλάλησεν ∆αβὶδ τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης». εἶθ' ἑξῆς φησιν· «καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ», 6.11.2 καὶ ἐπὶ τέλει τῆς αὐτῆς ᾠδῆς· «ῥῦσαί με», φησίν, «ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μου»· «υἱοὶ ἀλλότριοι ἀπορριφήσονται». 6.11.3 Ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς θεός, ὁ ἐπιβὰς ᾧ ἀνείληφεν ἀνθρώπῳ, ὅντινα νῦν χερουβὶμ ὁ λόγος ὀνομάζει, ἀνέπτη σὺν αὐτῷ τὴν ἄνοδον πεποιημένος μετὰ τῶν δορυφορούντων αὐτὸν θείων πνευμάτων, πτερύγων ἀνέμων καὶ αὐτῶν χρηματιζόντων. σκοτεινῶς δὲ ταῦτα καὶ ἐν παραβύστῳ γεγενῆσθαι κατά τινας ἀπορρήτους καὶ λανθάνοντας αἰνίττεται λόγους, φάσκων· «καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ». τὰ δὲ ἑξῆς ἀκολούθως τῇ τοῦ Χριστοῦ ἐνανθρωπήσει τὴν κατ' αὐτοῦ γενομένην ἀντιλογίαν τοῦ Ἰουδαίων λαοῦ σημαίνει, καὶ τὴν τῶν ἐθνῶν ὑπακοὴν τῆς τοῦ Χριστοῦ διδασκαλίας. αὐτοῖς δὲ ῥήμασιν τὰ παραπλήσια εὕροις ἂν καὶ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ, εἰς ἃ τὰ φανέντα προείρηται. 6.12.1 Ἀπὸ τῆς τρίτης τῶν Βασιλειῶν. «Καὶ νῦν, κύριε, ὁ θεὸς Ἰσραήλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ ∆αβίδ, τῷ πατρί μου. ὅτι εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι;» 6.12.2 κεῖται ταῦτα αὐταῖς λέξεσιν καὶ ἐν Παραλειπομέναις. Τῷ μὲν οὖν ∆αβὶδ ἐπηγγείλατο ὁ θεὸς ἀναστήσειν ἐκ κοιλίας αὐτοῦ βασιλέα, οὗ πατὴρ αὐτὸς ὁ θεὸς ἔσεσθαί φησιν, ὥστε τὸν γεννώμενον «ἐκ σπέρματος ∆αβὶδ» υἱὸν ὀνομασθῆναι θεοῦ θρόνον τε βασιλείας ἕξειν αἰώνιον. 6.12.3 ταῦτα δὲ ἐν μὲν τῇ δευτέρᾳ τῶν Βασιλειῶν διὰ Νάθαν τοῦ προφήτου ἐχρήσθη τῷ ∆αβὶδ τοῦτον τὸν τρόπον· «καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν». 6.12.4 τὰ δ' αὐτὰ καὶ ἐν Παραλειπομέναις ὁμοίως εἴρηται. Ἐν δὲ ψαλμῷ ὀγδοηκοστῷ ὀγδόῳ λέλεκται· «αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ, θεός