145
συμφέρεσθαι καὶ μηδεμίαν ἐν αὐταῖς εἶναι διαφοράν20, ἓν δὲ τῶν ἐπιλεγομένων ἐστὶν ὀνομάτων καὶ ὁ πατήρ (ὡς γὰρ ἄφθαρτός τε καὶ ἀΐδιος, οὕτω καὶ πατὴρ ὀνομάζεται), ἢ κυρώσει καὶ ἐπὶ τῆς φωνῆς ταύτης τὴν περὶ τῶν λοιπῶν ὀνομάτων δόξαν καὶ διαφθερεῖ τὴν πρώτην ὑπόληψιν, εἴπερ πάσαις ταῖς προσηγορίαις καὶ ἡ 2.1.495 τῆς πατρότητος ἔννοια συμπεριειλημμένη τύχοι (δῆλον γὰρ ὅτι εἰ ταὐτὸν εἴη τὸ σημαινόμενον ἀφθάρτου τε καὶ πατρός, ὡς ἀεὶ ἄφθαρτος, οὕτως ἀεὶ καὶ πατὴρ ὁμολογηθήσεται, μιᾶς, ὥς φησι, πᾶσι τοῖς ὀνόμασι τῆς σημασίας οὔσης) ἢ εἰ φοβοῖτο ἐξ ἀϊδίου προσμαρτυρεῖν τῷ θεῷ τὴν πατρότητα, λύσει κατ' ἀνάγκην τὸ ἐπιχείρημα, ἑκάστῳ τῶν ὀνομάτων ἰδιάζουσαν ἐνυπάρχειν ὁμολογῶν σημασίαν, καὶ οὕτως ὁ πολὺς αὐτῷ περὶ τῶν ὀνομάτων ὕθλος πομφόλυγος δίκην 2.1.496 ἀπορραγεὶς κατασβέννυται. εἰ δὲ ἀπολογοῖτο περὶ τῆς ἐν αντιότητος ὡς μόνης τῆς τοῦ πατρὸς καὶ τῆς τοῦ δημιουργοῦ προσηγορίας ἐπιγεννηματικῶς τῷ θεῷ προσγενομένης, 20διὰ τὸ ἐξ ἐνεργείας20, ὡς αὐτὸς λέγει, 20ἑκατέρας ἐπι λέγεσθαι τῷ θεῷ τὰς φωνάς20, περιγράψει τὴν πολλὴν ἡμῶν περὶ τὸ προκείμενον ἀσχολίαν, ταῦτα ὁμολογῶν ἃ πολλοῖς ἔδει πόνοις παρ' ἡμῶν διελέγχεσθαι. εἰ γὰρ μία τῆς τε τοῦ δημιουργοῦ καὶ τῆς τοῦ πατρὸς φωνῆς ἡ ση μασία (20ἐξ ἐνεργείας20 γὰρ ἑκατέρα), ἰσοδυναμεῖ πάντως ἀλλήλοις καὶ τὰ διὰ τῶν φωνῶν σημαινόμενα· ὧν γὰρ τὸ σημαινόμενον τὸ αὐτό, τούτων οὐδὲ τὸ ὑποκείμενον πάντως 2.1.497 διάφορον. 20εἰ οὖν ἐξ ἐνεργείας20 καὶ πατὴρ καὶ δημιουργὸς ὀνομάζεται, ἔξεστι πάντως καὶ ὑπαλλάξαντι κατὰ τὸ ἀντι στρέφον τοῖς ὀνόμασι χρήσασθαι καὶ εἰπεῖν ὅτι καὶ δημιουρ γὸς τοῦ υἱοῦ καὶ πατὴρ τοῦ λίθου ἐστὶν ὁ θεός, εἴπερ ἄμοιρόν ἐστι τὸ τοῦ πατρὸς ὄνομα τῆς κατὰ φύσιν σχετικῆς σημασίας. τὸ δὲ διὰ τούτου κατασκευαζόμενον οὐκέτ' ἀμ 2.1.498 φίβολον ἔχει τὴν ἀτοπίαν τοῖς γε νοῦν ἔχουσιν. ὡς γὰρ ἄτοπόν ἐστι λίθον ἡγεῖσθαι θεὸν ἢ ἄλλο τι τῶν διὰ κτίσεως ὑποστάντων, οὕτως ὁμολογηθήσεται μηδὲ τῷ μονογενεῖ θεῷ δεῖν προσμαρτυρεῖν τὴν θεότητα, μιᾶς καὶ τῆς αὐτῆς τῆς κατὰ τὴν ἐνέργειαν σημασίας ἀμφοτέρας τῷ θεῷ τὰς κλήσεις κατὰ τὸν Εὐνομίου λόγον προσμαρτυ ρούσης, καθ' ἣν καὶ πατὴρ καὶ δημιουργὸς ὀνομάζεται. 2.1.499 Ἀλλὰ τῶν προκειμένων ἐχώμεθα. διαβάλλων γὰρ τὸν ἡμέτερον λόγον τὸν κατὰ διαφόρους ἐπιβολὰς λέγοντα τὴν περὶ θεοῦ γνῶσιν ἡμῖν συναγείρεσθαι φησὶ 20μηκέτ' αὐτὸν παρ' ἡμῶν ἁπλοῦν εἶναι κατασκευάζε σθαι ὡς μεταλαμβάνοντα τῶν νοημάτων τῶν δι' ἑκάστης προσηγορίας σημαινομένων καὶ διὰ τῆς ἐκείνων μετουσίας συμπληροῦντα ἑαυτῷ τὴν κατὰ τὸ εἶναι τελείωσιν20. ταῦτα διὰ τῆς ἐμαυτοῦ λέξεως γράφω συντέμνων αὐτοῦ τὴν μακρὰν ἀδολεσχίαν. 2.1.500 ἀλλὰ πρὸς τὴν ματαίαν ταύτην οἶμαι καὶ ἄτονον περιττο λογίαν οὐδὲ τὴν ἀντίρρησιν ἄν τινα τῶν εὖ φρονούντων ἔξω τῆς κατὰ τὴν ἄνοιαν κατηγορίας ποιήσασθαι. εἰ μὲν γάρ τι τοιοῦτον ἐν τοῖς παρ' ἡμῶν εἰρημένοις ἦν, ἔδει πάντως ἡμᾶς ἢ ἀνατίθεσθαι τὰ κακῶς εἰρημένα ἢ τὸ ἀμφίβολον τῆς διανοίας πρὸς τὸ ἀνεύθυνον τῆς ἑρμηνείας ἄγειν. ἐπεὶ δὲ οὔτε εἴρηται παρ' ἡμῶν τοιοῦτον οὐδὲν οὔτε ἡ τῶν εἰρημένων ἀκολουθία πρὸς τὴν τοιαύτην ἀνάγκην ἐξωθεῖ τὴν διάνοιαν, τί δεῖ τοῖς ὁμολογουμένοις ἐνδιατρίβοντα ἀπο 2.1.501 κναίειν τοὺς ἐντυγχάνοντας τῇ παρατάσει τοῦ λόγου; τίς γὰρ οὕτως ἔξω διανοίας ἐστίν, ὡς ἀκούσας διὰ πολλῶν ἡμῖν νοημάτων τὰς εὐσεβεῖς περὶ θεοῦ ὑπολήψεις ἀθροί ζεσθαι σύνθετον ἐκ διαφόρων τὸ θεῖον οἴεσθαι ἢ ἐκ μετα λήψεώς τινων ἑαυτῷ συναγείρειν τὴν τελειότητα; εὕρατό τις καθ' ὑπόθεσιν γεωμετρίαν, ὁ δὲ αὐτὸς οὗτος ὑπει λήφθω καὶ ἀστρονομίας εὑρετὴς εἶναι ἰατρικῆς τε πάλιν καὶ γραμματικῆς καὶ γεωμετρίας καὶ ἄλλων τοιούτων ἐπι τηδευμάτων τινῶν· ἆρ' ἐπειδὴ πολλὰ καὶ διάφορα τὰ ὀνό ματα τῶν ἐπιτηδευμάτων περὶ τὴν μίαν θεωρεῖται ψυχήν, 2.1.502 σύνθετος διὰ τοῦτο ἡ ψυχὴ νομισθήσεται; καίτοιγε πλεῖ στον διαφέρει τὸ κατὰ τὴν ἰατρικὴν σημαινόμενον τῆς ἀστρο νομικῆς ἐπιστήμης καὶ ἡ γραμματικὴ πρὸς τὴν γεωμετρίαν