1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

146

μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ· καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ», 6.12.5 καὶ πάλιν· «ὤμοσα ∆αβὶδ τῷ δούλῳ μου, ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου», 6.12.6 καὶ αὖθις· «ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ ∆αβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνῃ κατηρτισμένη εἰς τὸν αἰῶνα». 6.12.7 Τούτων δὴ καὶ ὁ ἑκατοστὸς τριακοστὸς πρῶτος ψαλμὸς μνημονεύσας, ἐπὶ τὸν Χριστὸν ἀναφέρει τὰ δηλούμενα. ἄκουε δ' οὖν καὶ τούτου· «μνήσθητι, κύριε, τοῦ ∆αβὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ· ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰακώβ». οἷς μεθ' ἕτερα ἐπιλέγει· «ὤμοσεν κύριος τῷ ∆αβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου». 6.12.8 καὶ ὑποκαταβὰς ἑξῆς τὸν ἐκ καρποῦ τῆς κοιλίας ∆αβὶδ ἀναστησόμενον λευκότερον ὀνομάζει λέγων· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ ∆αβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην· ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου». 6.12.9 Ταῦτα τοιγαροῦν Σολομῶν ὁ σοφώτατος τῷ ἑαυτοῦ πατρὶ χρησθέντα συννοήσας, μὴ μικρὰ μείζονα δὲ τῆς κατὰ ἄνθρωπον φύσεως τυγχάνοντα συνιδών, καὶ μᾶλλον ἁρμόζοντα θεῷ ἤπερ αὐτῷ καίπερ ὄντι υἱῷ ∆αβίδ, συνιείς τε τὸν πρὸς τοῦ θεοῦ πρωτότοκον ὠνομασμένον καὶ τὸν σαφῶς προφητευόμενον υἱὸν θεοῦ, ὑπεργέγηθεν ταῖς ἐπαγγελίαις, καὶ συνεύχεται πιστωθῆναι τὰ τῆς προρρήσεως, ἐπιδημήσειν τε τὸν προφητευόμενον, πρωτότοκον καὶ θεοῦ υἱὸν ἀναγορεύων. διό φησιν· «καὶ νῦν, ὁ θεὸς Ἰσραήλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου ∆αβίδ, τῷ πατρί μου. ὅτι εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι;» 6.13.1 Ἀπὸ τοῦ Μιχαία. «Ἀκούσατε, λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ὁ θεὸς ὑμῶν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει. δι' ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα, καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραήλ.» 6.13.2 Καὶ νῦν ἀκαλύπτως ἐξ οὐρανοῦ κατιὼν κύριος ὁ θεὸς ἐκπορευόμενός τε «ἐκ τοῦ τόπου αὐτοῦ» διὰ τῶν προκειμένων κηρύττεται. εἴη δ' ἂν ὁ τοῦ θεοῦ λόγος, ὃν μόνον διὰ τῶν ἔμπροσθεν γενητὸν ὑπάρχειν θεὸν καὶ κύριον μετὰ τὸν ἀνωτάτω καὶ ἐπὶ πάντων ἀπεδείξαμεν. τόπον δ' αὐτοῦ οὐκ ἂν ἁμάρτοις λέγων εἶναι τὴν ἐν οὐρανοῖς βασιλείαν, τόν τε ἔνδοξον τῆς θεότητος αὐτοῦ θρόνον, ὃν θεολογῶν ὁ προφήτης ἔψαλλεν· «ὁ θρόνος σου», φάσκων, «ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος», ἐφ' ὃν αὐτῷ ὁ πατήρ, ὡς ἂν υἱῷ μονογενεῖ, καθέζεσθαι παρεκελεύσατο εἰπών· «κάθου ἐκ δεξιῶν μου». 6.13.3 ταῦτα γὰρ σαφῶς ἤδη πρότερον ἐπὶ μόνον ἀναφέρεσθαι τὸν ἡμέτερον σωτῆρα τὸν θεὸν λόγον παρεστήσαμεν· αὐτὸν δὴ οὖν τοῦτον ὁ παρὼν θεσπίζει λόγος «ἐκπορεύεσθαι ἐκ τοῦ τόπου αὐτοῦ, καταβήσεσθαί τε ἐπὶ τὰ ὕψη τῆς γῆς». 6.13.4 ποῖα δ' ἂν εἴη ταῦτα ἢ ῥητῶς μὲν τὰ ὄρη τοῦ Ἰσραὴλ καὶ οἱ βουνοί, περὶ ὧν μυρίαι προφητεῖαι θεσπίζουσιν, αὐτή τε Ἱερουσαλήμ, καὶ τὸ Σιὼν ὄρος, ἐν ᾧ τὰς πλεί στας ἐποιεῖτο διατριβὰς ὁ σωτὴρ καὶ κύριος ἡμῶν; τούτων δὲ διαφθορὰν ἔσεσθαι καὶ ἀπώλειαν ἐπὶ τῇ τοῦ Χριστοῦ καθόδῳ θεσπίζει. καὶ πρόδηλον ὡς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν καὶ τὰ κατ' αὐτοῦ τετολμημένα τὰ προειρημένα πάντα πεπολιόρκηται καὶ εἰς ἐσχάτην ἐρημίαν ἐλήλυθεν. 6.13.5 οὐ μὴν ἀλλὰ καὶ οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους, ἥ τε παρ' αὐτοῖς τὸ πρὶν συνεστῶσα βασιλεία, ἱερωσύνη τε καὶ διδασκάλων