146
οὐδεμίαν κατὰ τὸ σημαινόμενον τὴν κοινωνίαν ἔχει, οὐδ' αὖ πάλιν ἡ ναυτιλία καὶ ἡ γεωπονία· ἀλλὰ μὴν περὶ τὴν μίαν ψυχὴν ἑκάστου τούτων τὸν λόγον δυνατόν ἐστιν ἀθροι σθῆναι, καὶ οὐ διὰ τοῦτο πολυσύνθετος ἡ ψυχὴ γίνεται οὐδὲ πάντα τὰ ὀνόματα τῶν ἐπιτηδευμάτων πρὸς ἓν σημαινό 2.1.503 μενον ἀνακίρναται. εἰ τοίνυν ὁ ἀνθρώπινος νοῦς διὰ τοσού των ὀνομάτων τῶν περὶ αὐτὸν λεγομένων οὐδὲν εἰς τὴν ἁπλότητα βλάπτεται, πῶς ἄν τις οἰηθείη τὸν θεόν, εἰ σοφὸς καὶ δίκαιος καὶ ἀγαθὸς καὶ ἀΐδιος καὶ πάντα τὰ θεοπρεπῆ καλοῖτο ὀνόματα, εἰ μὴ μία πᾶσι νομισθείη τοῖς ὀνόμασι σημασία, ἢ πολυμερῆ γίνεσθαι ἢ ἐκ μετουσίας τούτων τὸ τέλειον ἑαυτῷ συναγείρειν τῆς φύσεως; 2.1.504 Ἀλλ' ἐξετάσωμεν αὐτοῦ καὶ τὴν σφοδροτέραν καθ' ἡμῶν κατηγορίαν ἔχουσαν οὕτως. 20εἰ δὲ δεῖ20, φησίν, 20ἐπὶ τὸν ἀποτομώτερον χωρῆσαι λόγον, οὐδὲ τὴν οὐσίαν αὐτὴν ἀνεπίμικτον καὶ καθαρὰν φυ λάσσει τῶν χειρόνων καὶ τῶν ἐναντίων20. ἡ μὲν οὖν κατηγορία τοσαύτη, ὁ δὲ τῶν ἐγκλημάτων ἔλεγχος τίς; ἴδωμεν τὴν σφοδρὰν αὐτοῦ καὶ ῥητορικὴν καθ' ἡμῶν ἐπιχείρησιν. 20εἰ κατὰ τὸ ἀτελεύτητον20, φησί, 20τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄφθαρτος, φθαρτὸς ἔσται, καὶ καθ' ὃ μή ἐστιν 2.1.505 ἀγέννητος, γεννητὸς ἔσται20. καὶ ἐπαναλαβὼν πάλιν τὸ αὐτό φησιν· 20ἔσται ἄρα κατὰ μὲν τὸ ἄναρχον ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτε λεύτητον ἄφθαρτος ὁμοῦ καὶ γεννητός20. ὁ μὲν οὖν 20ἀποτομώτερος αὐτοῦ λόγος20 οὗτός ἐστιν, ὃν καθ' ἡμῶν προοίσειν ἠπείλησεν εἰς ἔλεγχον τοῦ τὴν οὐσίαν τοῦ θεοῦ λέγειν ἡμᾶς ἐπιμεμίχθαι τοῖς ἐναντίοις τε καὶ τοῖς χείροσιν. ἐγὼ δὲ φανερὸν μὲν ἡγοῦμαι τοῖς ἐρρωμένον ἔχουσιν ἐν ἑαυτοῖς τὸ τῆς ἀληθείας κριτήριον, ὅτι οὐδεμίαν ἐν τοῖς εἰρημένοις δεδωκότος τοῦ διδασκάλου τῷ συκοφάντῃ λαβήν, παραποιήσας οὗτος πρὸς τὸ δοκοῦν τὰ εἰρημένα τὴν μειρακιώδη ταύτην τοῦ σοφίσματος παιδιὰν συνεπέρανεν. 2.1.506 πλὴν ὡς ἂν ἐκδηλότερον πᾶσι γένοιτο τοῖς ἐντυγχάνουσιν, ἐκεῖνό τε πάλιν ἐπὶ λέξεως ἀναγνώσομαι καὶ ἀντιπαραθήσω τούτοις τοῦ Εὐνομίου τὰ ῥήματα. "1ἄφθαρτον, φησὶν ὁ δι δάσκαλος, καὶ ἀγέννητον τὸν θεὸν τῶν ὅλων λέγομεν κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις χρώμενοι· ὅταν μὲν γὰρ εἰς τοὺς κατόπιν αἰῶνας ἀποβλέψωμεν, ὑπερεκπί πτουσαν πάσης περιγραφῆς εὑρίσκοντες τὴν ζωὴν τοῦ θεοῦ ἀγέννητον αὐτὸν λέγομεν· ὅταν δὲ τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπιβάλωμεν, τὸ ἀόριστον καὶ ἄπειρον καὶ οὐδενὶ 2.1.507 τέλει καταληπτὸν προσηγορεύσαμεν ἄφθαρτον. ὡς οὖν τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτω καὶ τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη, τῇ ἐπινοίᾳ ἐνθεωρούντων ἡμῶν ταῦτα."2 οὗτος τοῦ διδασκάλου ὁ λόγος, τοῦτο παιδεύων ἡμᾶς διὰ τῶν εἰρημένων, ὅτι μία οὖσα τῇ φύσει καὶ συνεχὴς πρὸς ἑαυτὴν ἡ θεία ζωὴ οὔτε ἀπὸ ἀρχῆς τινος ἄρχεται οὔτε πέρατί τινι περιγράφεται, καὶ ὅτι τὰς ἐπιθεωρουμένας τῇ ζωῇ ταύτῃ ἐννοίας ἔξεστι δι' ὀνομάτων τινῶν φανερὰς 2.1.508 καταστῆσαι. τό τε γὰρ μὴ ἐξ αἰτίας εἶναί τινος διὰ τῆς τοῦ ἀνάρχου τε καὶ ἀγεννήτου φωνῆς ἐξαγγέλλομεν, καὶ τὸ μηδενὶ περιγράφεσθαι τέλει μηδὲ εἰς φθορὰν διαλύεσθαι, τοῦτο ἡ τοῦ ἀφθάρτου τε καὶ ἀτελευτήτου διασημαίνει λέξις· καὶ τούτῳ διορίζεται τὸ δεῖν ἐπὶ τῆς θείας ζωῆς τὸ μὲν τὴν ἀρχὴν μὴ ἔχειν ἀγεννήτως εἶναι λέγειν, τὸ δὲ ἀτελευτήτως εἶναι ἄφθαρτον κατονομάζειν, ἐπειδὴ πᾶν τὸ τοῦ εἶναι παυσάμενον ἐν ἀφανισμῷ γίνεται πάντως, ἀφανισμὸν δὲ τοῦ ὄντος ἀκούσαντες τὴν τοῦ συνεστῶτος φθορὰν ἐνοήσαμεν. τὸν οὖν μηδέποτε τοῦ εἶναι παυόμενον ἀλλότριόν τε τῆς κατὰ φθορὰν διαλύσεως ὄντα ἄφθαρτον ὀνομάζεσθαι λέγει. 2.1.509 Τί οὖν πρὸς ταῦτα ὁ Εὐνόμιος; 20εἰ κατὰ τὸ ἀτε λεύτητον20, φησί, 20τῆς ζωῆς μόνον ἐστὶν ἄφθαρτος καὶ κατὰ τὸ ἄναρχον μόνον ἀγέννητος, καθ' ὃ μή ἐστιν ἄφθαρτος, φθαρτὸς ἔσται, καὶ καθ' ὃ μή ἐστιν ἀγέννητος, γεννητὸς ἔσται20. τίς ταῦτά σοι δέδωκεν, ὦ Εὐνόμιε, ὡς μὴ πάσῃ συνθεωρεῖσθαι τῇ ζωῇ τοῦ θεοῦ τὴν ἀφθαρσίαν; τίς διελὼν εἰς δύο τὴν θείαν ζωὴν ἰδιαζούσαις φωναῖς ἐπονομάζει τῶν ἡμιτόμων ἑκάτερον, ὥστε ᾧπερ ἂν