147
προεδρία «ὄρη» νῦν τροπικῶς ὀνομαζόμενα, «σαλευθήσεσθαι» λέγονται ἐπὶ τῇ τοῦ κυρίου ἐξ οὐρανῶν παρουσίᾳ. καὶ τοῦτο δὲ ὅπως τέλους ἔτυχεν τίς οὐκ ἂν ὁμολογήσειεν, μετὰ τοὺς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χρόνους πάντ' ἐκεῖνα θεωρῶν οὐ μόνον σαλευθέντα ἀλλὰ καὶ ἐκποδὼν γεγενημένα; «κοιλάδες» δὲ εἰσέτι νῦν τηκόμεναι εἶεν ἂν αἱ ἀντὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ Σιὼν ὄρους κατὰ πᾶσαν πόλιν συνεστῶσαι αὐτῶν συναγωγαί, ἀποθρηνοῦσαι καὶ ἀποκλαιόμεναι καὶ «ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς» τηκόμεναι διὰ λύπην καὶ πένθους ὑπερβολήν, τῆς τε τῶν οἰκείων ἐρημίας καὶ τῆς μακρᾶς καὶ πολυετοῦς δουλείας ἕνεκεν. 6.13.6 καὶ ἄλλως δὲ κατὰ διάνοιαν ἡ τοῦ λόγου τοῦ θείου «ἐπίβασις» οὐκ ἐν χάσμασι καὶ κοιλώμασιν, οὐδ' ἐν ταπειναῖς καὶ χαμαιπετέσιν διανοίαις ἀλλ' ἐν ἐπηρμέναις τὸ φρόνημα κατεγίνετο. ταύτῃ γοῦν τροπικώτερον αὐτὸς ὁ κύριος καταβήσεσθαι ἐπὶ «τὰ ὕψη τῆς γῆς» εἴρητο. 6.13.7 «ὄρη» δὲ σειόμενα «ὑποκάτωθεν αὐτοῦ» αὐτὰ δὴ ἐκεῖνα ἦν, ἔνθα «ἀνήχθη ὑπὸ τοῦ πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου», ὅτε καὶ «παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν», «καὶ ἦν μετὰ τῶν θηρίων». 6.13.8 «ὄρη» δ' ἂν εἴη αὖθις τροπικώτερον ἡ ἐν τοῖς ὄρεσι τὸ πρὶν ἐπιτελουμένη εἰδωλολατρία, καὶ αἱ ἐν τούτοις ἐνεργήσασαι ἀόρατοι καὶ ἀρχοντικαὶ δυνάμεις, ἃς οὐ μικρῶς ἡ τοῦ σωτῆρος ἡμῶν ἀνέσειέν τε καὶ ἀνεκίνει διδασκαλία. τούτων γὰρ ὁ ἔνθεος· αὐτοῦ λόγος ἥ τε θαυματουργὸς καὶ παραδοξοποιὸς ἰσχὺς λεληθότως τὴν κατὰ τῶν ἀνθρώπων μακρὰν καὶ παλαιὰν δυναστείαν καθῄρει. 6.13.9 ὡσαύτως δὲ καὶ «κοιλάδες τηκόμεναι ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς» δαίμονες ἂν εἶεν χθόνιοι καὶ περίγειοι, καθ' ὧν τὸ καυστικὸν τῆς μοχθηρίας αὐτῶν πῦρ ἠφίει, λέγων· «πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;» ὑφ' οὗ πυρὸς δὴ καιόμενοι, καὶ μὴ οἷοί τε ὄντες τὰς ἀπὸ τῆς ἀοράτου φλογὸς φέρειν βασάνους, ὑπανεχώρουν τῶν ἀνθρωπείων σωμάτων, καὶ τὸ συνέχον γε καὶ ἐλαῦνον αὐτοὺς ἀνωμολόγουν βοῶντες· «ἔα, τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸς καιροῦ βασανίσαι ἡμᾶς;» «οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ». 6.13.10 τούτους δὲ μάλιστα ᾐκίζετο καὶ τοὺς ἐπὶ τούτων ἄρχοντας καθῄρει, ὅτι μὴ ἀρκεσθέντες τῇ τῶν λοιπῶν ἐθνῶν διαφθορᾷ, δι' ἧς τοὺς πάντας εἰς τὴν πολύθεον πλάνην καταβεβλήκεσαν, καὶ τῷ πάλαι τοῦ θεοῦ λαῷ, αὐτῷ δὴ τῷ ἐκ περιτομῆς, ἐπιβεβουλεύκασιν, καὶ ἀποστήσαντές γε τοῦ θεοῦ καὶ τοῦτον παντοίαις περιέπειραν δυσσεβείαις. διὸ καὶ μάλιστα τὴν ἐξ οὐρανῶν πεποίητο ὁ κύριος κάθοδον, 6.13.11 ὅθεν ἑξῆς φησιν· «διὰ τὴν ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραήλ». καὶ ἔτι πρὸς τούτοις τῆς ἐξ οὐρανοῦ καθόδου τοῦ λόγου τὴν αἰτίαν ἑξῆς διασαφεῖ, τοῦ μὲν ἐκ περιτομῆς λαοῦ τὰς δυσσεβείας ἀπαριθμούμενος καὶ τὸν ἐπὶ ταύταις μετελθόντα αὐτοὺς ὄλεθρον, τῶν δὲ ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν προαναφωνῶν τὴν κλῆσιν· διὰ ταῦτα γὰρ ἐπεδήμει ὁ τοῦ θεοῦ λόγος ἐξ οὐρανῶν ἐπὶ γῆς. 6.13.12 καὶ τῶν γε λέξεων ἄκουε· «δι' ἀσέβειαν οἴκου Ἰακὼβ πάντα ταῦτα, καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραήλ. τίς ἡ ἀσέβεια οἴκου Ἰακώβ, οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία Ἰούδα, οὐχὶ Ἱερουσαλήμ; καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω», 6.13.13 καὶ ἐπιλέγει· «κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ, ψόφος ἁρμάτων καὶ ἱππευόντων», 6.13.14 καὶ αὖθις· «ἡ δόξα τῆς θυγατρὸς Ἱερουσαλήμ, ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ», ἐπὶ τούτοις· «Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ». 6.13.15 Σιὼν δὲ καὶ Ἱερουσαλὴμ καὶ τὸ καλούμενον «ὄρος τοῦ οἴκου», ταῦτ' ἦν ἐκεῖνα τὰ πρόσθεν δεδηλωμένα διὰ τοῦ «καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός,