147
τμήματι τοῦτο προσῇ τὸ ὄνομα, 2.1.510 μὴ προσεῖναι λέγειν αὐτῷ καὶ τὸ ἕτερον; τῆς σῆς αὕτη διαλεκτικῆς ἡ δριμύτης, τὸ τὴν ἀνάρχως οὖσαν ζωὴν φθαρτὴν εἰπεῖν εἶναι καὶ τῇ ἀφθάρτῳ μὴ συνθεωρεῖσθαι τὸ ἄναρχον· ὅμοιον ὥσπερ ἂν εἴ τις λογικόν τε καὶ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τὸν ἄνθρωπον εἶναι λέγοι, ἑκάτερον ἐφαρμόζων τούτων τῶν ὀνομάτων τῷ ὑποκειμένῳ κατὰ διά φορον ἐπιβολήν τε καὶ ἔννοιαν, ἔπειτα παρά τινος τοιούτου καταχλευάζοιτο διεξιόντος τὰ ὅμοια, ὅτι εἰ δεκτικὸς νοῦ καὶ ἐπιστήμης ὁ ἄνθρωπος, λογικὸς κατὰ τοῦτο εἶναι οὐ δύναται, ἀλλὰ καθ' ὃ δεκτικός ἐστιν ἐπιστήμης, τοῦτο μόνον ἔσται, τὸ δὲ ἕτερον οὐ χωρήσει ἡ φύσις, καὶ πάλιν εἰ λογικὸν ὁρίζοι τὸν ἄνθρωπον, οὐκέτι αὐτῷ τὸ δεκτικὸν τοῦ 2.1.511 νοῦ συγχωρήσει. καθ' ὃ γὰρ λογικός ἐστιν, ἀμέτοχος δια νοίας ἀναδειχθήσεται. εἰ δὲ πρόδηλον ἐν τούτοις ἐστὶ παντὶ τὸ γελοῖόν τε καὶ ἀνόητον, οὐδὲ ἐπ' ἐκείνου πάντως ἀμφίβολον. ἀναγνοὺς γὰρ τοῦ διδασκάλου τὴν ῥῆσιν σκιὰν εὑρήσεις τὴν παιδιὰν τοῦ σοφίσματος. οὔτε γὰρ ἐν τῷ κατὰ τὸν ἄνθρωπον ὑποδείγματι τὸ δεκτικὸν τῆς ἐπιστήμης ὑπὸ τοῦ λόγου κωλύεται ἢ ὑπὸ τοῦ δεκτικοῦ τῆς διανοίας ὁ λόγος, οὔτε τὸ ἀΐδιον τῆς θείας ζωῆς ἢ τὸ ἄφθαρτον οὐκ ἔχει, ἐὰν ἄναρχον ᾖ, ἢ εἴπερ τὴν ἀφθαρσίαν τις αὐτῇ 2.1.512 μαρτυρήσειε, τὸ ἀνάρχως εἶναι ἀφαιρεθήσεται. ἀλλ' ὁ τῇ τέχνῃ τῆς διαλεκτικῆς ἀγχινοίας ἀναζητῶν τὴν ἀλήθειαν ἐκ τῶν ἰδίων τῷ ἡμετέρῳ λόγῳ παρενθεὶς ἃ ἐβούλετο ἑαυτῷ μάχεται καὶ ἑαυτὸν ἀνατρέπει, τῶν ἡμετέρων οὐ προσ απτόμενος. τὸ γὰρ παρ' ἡμῶν οὐδὲν ἕτερον ἦν ἢ τὸ τὴν ἀνάρχως οὖσαν ζωὴν ἀγέννητον δι' ἐπινοίας ὀνομάζεσθαι λέγειν, ὀνομάζεσθαι, οὐχὶ γίνεσθαι, καὶ τὴν εἰς τὸ ἀόριστον προϊοῦσαν τῇ τοῦ ἀφθάρτου σημαίνειν προσηγορίᾳ, οὐ ποιεῖν 2.1.513 ἄφθαρτον, ἀλλὰ σημαίνειν οὖσαν τοιαύτην. ὥστε τὸ μὲν ἀόριστον καθ' ἑκάτερον εἶναι τὴν θείαν ζωὴν τοῦ ὑποκει μένου ἴδιον εἶναι, τὸ δὲ οὕτως ἢ οὕτως τὰ ἐπιθεωρούμενα τῷ ὑποκειμένῳ νοήματα λέγεσθαι περὶ τὴν φωνήν ἐστι μόνον τὴν ἐνδεικτικὴν τοῦ σημαινομένου νοήματος. ἓν νόημα περὶ τὴν θείαν ζωὴν τὸ μὴ ἐξ αἰτίας αὐτὴν εἶναι· τοῦτο ἡ τοῦ ἀγεννήτου λέξις ἐνδείκνυται. ἕτερον νόημα περὶ τὴν θείαν ζωὴν τὸ ἀόριστον αὐτὴν εἶναι καὶ ἀτελεύ τητον· τοῦτο ἡ τοῦ ἀφθάρτου προσηγορία παρίστησιν· ὥστε τὸ μὲν ὑποκείμενον εἶναι, ὅπερ ἐστίν, ὑπὲρ πᾶν ὄνομά τε καὶ νόημα, τὸ δὲ μήτε ἐξ αἰτίας αὐτὸ εἶναι μήτε εἰς τὸ ἀνύπαρκτόν ποτε περιΐστασθαι, ταῦτα διὰ τῆς τῶν ὀνομάτων τούτων ἐπινοίας σημαίνεσθαι. 2.1.514 Τί τοίνυν ἐκ τῶν ἡμετέρων αὐτὸν πρὸς τὴν ἀνόητον ταύτην παιδιὰν παρεκίνησεν, ὥστε πάλιν ἐπαναλαβόντα τὸ ἴσον εἰπεῖν ἐν τούτοις τοῖς ῥήμασι· 20ἔσται ἄρα κατὰ μὲν τὸ ἄναρχον ἀγέννητος ὁμοῦ καὶ φθαρτός, κατὰ δὲ τὸ ἀτελεύτητον ἄφθαρτος ὁμοῦ καὶ γεννη τός20. τοῦτο δὲ κἂν μὴ παρ' ἡμῶν διευκρινηθῇ τῷ λόγῳ, παντὶ πρόδηλόν ἐστι τῷ καὶ ὁπωσοῦν διανοίας μετέχοντι ὅπως ἐστὶ καταγέλαστον καὶ ἀνόητον, μᾶλλον δὲ ἀσεβὲς 2.1.515 καὶ κατάκριτον. ᾧ γὰρ λόγῳ κατασκευάζει τὴν τοῦ φθαρτοῦ πρὸς τὸ ἄναρχον συζυγίαν, τῷ αὐτῷ τρόπῳ παντὸς εὐσεβοῦς τε καὶ θεοπρεποῦς καταπαίζει ὀνόματος. οὐ γὰρ μόνον τὰ δύο ταῦτα περὶ τὴν θείαν θεωρεῖται ζωήν, τὸ ἀνάρχως τε εἶναι καὶ φθορὰν μὴ προσδέχεσθαι, ἀλλὰ καὶ ἄϋλός τε καὶ ἀόργητος λέγεται ἄτρεπτός τε καὶ ἀσώματος ἀόρατός τε καὶ ἀσχημάτιστος ἀληθής τε καὶ δίκαιος, καὶ ἄλλα μυρία περὶ τὴν θείαν ζωήν ἐστι νοήματα, ὧν ἕκαστον ἐφ' ἑαυτοῦ κατά τινα ἰδιάζουσαν ἔννοιαν ταῖς σημαντικαῖς 2.1.516 φωναῖς ἐξαγγέλλεται. παντὶ τοίνυν ὀνόματι, τῷ σημαντικῷ λέγω τῆς θεοπρεποῦς ὑπολήψεως, ἔξεστι συμπλέξαι τὴν ἐπινοηθεῖσαν παρὰ τοῦ Εὐνομίου κατὰ τὸ ἀλλόκοτον συζυ γίαν. οἷον τὸ ἄϋλόν τε καὶ τὸ ἀόργητον ἀμφότερα λέγεται περὶ τὴν θείαν ζωήν, ἀλλ' οὐ κατὰ τῆς αὐτῆς διανοίας ἑκάτερον· τὸ μὲν γὰρ καθαρεύειν ὑλικῆς ἐπιμιξίας τὸ θεῖον διὰ τῆς τοῦ ἀΰλου φωνῆς ἐνοήσαμεν, ἐν δὲ τῷ ἀοργήτῳ ἡ 2.1.517 ἀλλοτρίωσις τοῦ κατὰ τὴν ὀργὴν πάθους σημαίνεται. ἐπι δραμεῖται τοίνυν καὶ τούτοις κατὰ τὸ εἰκὸς ὁ Εὐνόμιος καὶ τὸ ἴσον ἐν τοῖς εἰρημένοις ὀρχήσεται. λέξει