1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

148

δι' ἀσέβειαν Ἰακώβ». διὰ γὰρ τὰς δρασθείσας κατ' αὐτοῦ δυσσεβείας εὐθὺς καὶ οὐκ εἰς μακρὸν καὶ τὰ ὄρη καὶ οἱ ἐν τούτοις οἰκοῦντες πεπολιόρκηντο, ἐμπρησμόν τε καὶ ἐσχάτην ἐρημίαν τὸ Σιὼν ὄρος ὑπέμεινε, καὶ γέγονεν «τὸ ὄρος τοῦ οἴκου τοῦ θεοῦ εἰς ἄλσος δρυμοῦ». 6.13.16 ταῦτα μὲν οὖν ἐπὶ τῇ τοῦ κυρίου ἐξ οὐρανῶν καθόδῳ περὶ ἐκείνους ἔσεσθαι καὶ ἡ παροῦσα προφητεία σημαίνει, ἃ καὶ ἐναργῆ τὴν ἔκβασιν εἴληφεν μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν. 6.13.17 εἰ γοῦν τι δύναται καὶ ἡ ἡμετέρα ἱστορία, καθ' ἡμᾶς αὐτοὺς τὴν πάλαι βοωμένην Σιὼν ζεύγεσι βοῶν ὑπὸ Ῥωμαίων ἀνδρῶν ἀρουμένην ὀφθαλμοῖς παρειλήφαμεν, καὶ τήν γε Ἱερουσαλήμ, ὡς αὐτό γέ φησι τὸ λόγιον, «ὀπωροφυλακίου» δίκην ἀπολειφθέντος, ἐν παντελεῖ καταστᾶσαν ἐρημίᾳ. ἃ καὶ δι' οὐδὲν ἕτερον αὐτοῖς ἢ διὰ τὰς δυσσεβείας αὐτῶν συμβέβηκεν, δι' ἃς καὶ ὁ λόγος ὁ οὐράνιος ἐκ τοῦ οἰκείου τόπου προελήλυθεν. 6.13.18 καὶ δι' ἑτέρας δὲ αἰτίας ὁ τοῦ θεοῦ λόγος οὐρανόθεν κατεληλυθέναι τε καὶ ἐπιβεβηκέναι «ἐπὶ τὰ ὕψη τῆς γῆς» ἤδη πρότερον ἐλέγετο, ὅπως τὰ μὲν πάλαι ἐπαιρόμενα καὶ ὑπερυψούμενα «κατὰ τῆς γνώσεως τοῦ θεοῦ» «ὄρη σαλευθῇ ὑποκάτωθεν αὐτοῦ», αἱ δυνάμεις δηλονότι αἱ ἀντικείμεναι, αἳ πρὸ τῆς αὐτοῦ παρουσίας μετὰ τῶν λοιπῶν ἀνθρώπων καὶ τὸ Ἑβραίων ἔθνος τοῖς τῆς δυσσεβείας καὶ εἰδωλολατρίας πράγμασιν καταδεδούλωνται, οἱ δὲ πονηροὶ δαίμονες, «κοιλάδες» ἐπικαλούμενοι διὰ τὸ ἐν χάσμασι σκοτίοις καὶ τοῖς τῶν σωμάτων κοιλώμασιν ἐνδιατρίβειν, «ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς» τηκόμενοι, τῇ τοῦ θείου λόγου δυνάμει ἐξ ἀνθρώπων ἀποφύγοιεν. καὶ ἑτέρα δ' ἂν εἴη παρὰ ταύτας αἰτία οὐχ ἡ τυχοῦσα τῆς ἐξ οὐρανῶν καθόδου τοῦ κυρίου, ἣν ὁ λόγος ἐπισημαίνεται, ὅπως πάντα τὰ ἐπὶ γῆς ἔθνη, τῶν δαιμόνων ἀπελασθέντων καὶ τῶν ἀρχοντικῶν πνευμάτων σεισθέντων, τῆς πάλαι αὐτῶν σκληρᾶς καὶ ἀκινήτου τυραννίδος ὑπαναπνεύσαντα, τὴν ἐπίγνωσιν τοῦ ἐπὶ πάντων ἀναλάβῃ θεοῦ. 6.13.19 καὶ αὐτὰ ὧδέ πως αἱ τῆς αὐτῆς προφητείας φωναὶ ἑξῆς καὶ κατὰ τὸ αὐτὸ ὑπὸ μίαν συνάφειαν διανοίας κηρύττουσιν· «καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ' αὐτῷ λαοί. καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν, δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ. ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν». 6.13.20 Τοιαῦτα καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως, ἃ καὶ ὁποίας ἔχεται διανοίας ὅπως τε καὶ αὐτὰ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν τέλος εἴληφεν, ἐπὶ σχολῆς ἄν τις καταμάθοι. ἀκολούθως γε μὴν τούτοις ἀρχόμενος ὁ τῆς προφητείας λόγος, ὡς ἂν ἐπὶ σωτηρίᾳ οὐ μόνον τοῦ Ἰουδαίων ἔθνους ἀλλὰ γὰρ καὶ τῶν ἐθνῶν ἁπάντων τῆς τοῦ κυρίου εἰς ἀνθρώπους καθόδου γενησομένης, πᾶσι τοῖς λαοῖς καὶ τοῖς ἐπὶ τῆς γῆς ἅπασιν ἐπιφωνεῖ λέγων· «ἀκούσατε, λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ ἐν αὐτῇ». 6.13.21 καὶ τὸ μαρτύριον δὲ τοῦ πάθους ᾐνίττετο τοῦ κυρίου ἐπιφέρων· «καὶ ἔσται κύριος ὁ θεὸς ὑμῶν εἰς μαρτύριον». Εἶθ' ἑξῆς ὁ αὐτὸς προϊὼν προφήτης, ὡς ἂν ἤδη προπαιδεύσας τὰ περὶ τῆς ὑπάρξεως τοῦ θεοῦ λόγου τῆς τε ἐξ οὐρανῶν αὐτοῦ καταβάσεως, καὶ ὡς τὰ αἴτια τῆς εἰς ἀνθρώπους αὐτοῦ παρουσίας προειπών, ἑπομένως τὴν εἰς ἀνθρώπους αὐτοῦ ἐσομένην γένεσιν καὶ αὐτὸ δὴ τὸ χωρίον, ἔνθα τεχθήσεσθαι ἔμελλεν, ὧδέ πως διδάσκει λέγων· «καὶ σύ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος». 6.13.22 ἐπιμελῶς δὲ πρόσσχες, τίνα τρόπον τοῦ ἐπὶ τὴν Βηθλεὲμ χωρίον δέ ἐστι τοῦτο τῆς Ἰουδαίας φανησομένου τὰς ἐξόδους ἄνωθεν καὶ ἐξ αἰῶνος ὑφεστάναι φησίν, τὴν ἔνθεον