149
δηλῶν προΰπαρξίν τε καὶ οὐσίωσιν τοῦ ἐκ Βηθλεὲμ προελευσομένου ἄρχοντος. εἰ μὲν οὖν ἔχοι τις ἐφ' ἕτερον ἀναφέρειν τὸν χρησμόν, τίς οὗτος, ἀποδεικνύτω· εἰ δ' οὐκ ἔστιν εὑρεῖν ἕτερον τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς μόνος μετὰ τὴν προφητείαν ἐνθένδε ὡρμημένος βοᾶται, τί λοιπὸν ἐμποδὼν μὴ οὐχὶ συνομολογεῖν ἀλήθειαν τῇ προφητείᾳ, ἐπὶ μόνῳ αὐτῷ ἐπαληθευούσῃ τὴν πρόρρησιν; μόνος γοῦν οὗτος ἐπιφανὴς τῶν πώποτε γεγονὼς ἐκ τοῦ προειρημένου χωρίου τῆς Βηθλεὲμ μετὰ τοὺς τῆς προφητείας χρόνους, τὸ ἀνθρώπειον ὑποδὺς σχῆμα, προελήλυθεν, ἅμα τε τῇ αὐτοῦ παρουσίᾳ ἐπληροῦτο τὰ προηγορευμένα. 6.13.23 αὐτίκα γοῦν καὶ οὐκ εἰς μακρὸν τῷ μὲν Ἰουδαίων ἔθνει ἕκαστα τῶν προφητευομένων σκυθρωπῶν ἀπήντα, τοῖς δὲ ἔθνεσιν πάλιν τὰ ἀκόλουθα τοῖς θεσπίσμασιν, αὐτός τε οὗτος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐκ Βηθλεὲμ ὁρμηθεὶς «ἡγούμενος» ἀνεδείχθη τοῦ κατὰ διάνοιαν Ἰσραήλ· οὕτω παντὸς τοῦ διορατικοῦ καὶ θεοσεβοῦς λαοῦ χρηματίζοντος. καὶ θέα γε ὅπως «τὰς ἐξόδους αὐτοῦ» τῆς ἐνθέου προϋπάρξεως «ἀπ' ἀρχῆς» καὶ «ἐξ ἡμερῶν αἰῶνος» ἔχειν λέγεται, ὅπερ οὐκ ἂν ἁρμόσειεν ἀνθρώπου φύσει. 6.13.24 τούτοις ἑξῆς ὁ προφητικὸς λόγος, ὑποβὰς μικρόν, καὶ νῦν πάλιν τῆς πάλαι νομικῆς θρησκείας τὴν περιγραφὴν καὶ τὴν καθαίρεσιν ὑποσημαίνει, ἐκ προσώπου τοῦ λαοῦ λέγων· «ἐν τίνι καταλάβω τὸν κύριον, ἐπιλήψομαι θεοῦ μου ὑψίστου; εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν ἐν μόσχοις ἐνιαυσίοις; εἰ δῶ πρωτότοκα κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;» 6.13.25 ἐκ δὲ προσώπου τοῦ θεοῦ τοιάνδε αὐτοῖς τὴν ἀπόκρισιν ποιούμενος· «εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; καὶ τί κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ' ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι πορεύεσθαι ὀπίσω κυρίου τοῦ θεοῦ σου;» 6.13.26 Ἔχεις τοιγαροῦν κἀνταῦθα ἐπὶ τῇ προφητευομένῃ τοῦ κυρίου ἐξ οὐρανῶν εἰς ἀνθρώπους καθόδῳ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ πλεῖστα ὅσα σημαινόμενα, Ἰουδαίων ἀποβολήν, ἐλέγχους τῶν ἀσεβειῶν αὐτῶν, καθαίρεσιν τῆς βασιλικῆς αὐτῶν μητροπόλεως, τῆς τε πάλαι πρότερον παρ' αὐτοῖς ἐπιτελουμένης κατὰ Μωσέα λατρείας παραίτησιν· ἔμπαλιν δὲ περὶ τῶν ἐθνῶν ἀγαθὰς ἐπαγγελίας, ἐπίγνωσιν θεοῦ, καινὸν τρόπον εὐσεβείας, νόμον τε νέον, καὶ λόγον ἐκ μὲν τῆς Ἰουδαίων χώρας προελευσόμενον εἰς πάντα δὲ τὰ ἔθνη διαδοθησόμενον, ἅπερ ὁποῖον τέλος καὶ ὁποίαν ἔκβασιν τῶν λόγων μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἐπιδέδεικται, σοὶ καταλείπω σκοπεῖν. 6.14.1 Ἀπὸ τοῦ Ἀμβακούμ. «Καὶ ἀπεκρίθη κύριος πρός με καὶ εἶπεν, γράψον ὅρασιν σαφῶς ἐν πυξίῳ, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά, διότι ἔτι ὅρασις εἰς καιρόν, καὶ ἀνατελεῖ ἑσπέρας καὶ οὐκ εἰς κενόν· ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν, ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ. ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται.» 6.14.2 Καὶ ἐνταῦθα διαρρήδην ἐρχόμενον ἥξειν τὸν προφητευόμενον θεσπίζει. τίς δ' ἦν οὗτος ἢ ὁ ἀνωτέρω δηλωθεὶς κατὰ τὸ «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν;» τοῦτον δὲ οἷα φῶς τυγχάνοντα τῆς ἑσπέρας ἀνατελεῖν φησιν, ἐπὶ συντελείᾳ δηλαδὴ τῶν αἰώνων. ᾧ συνᾴδει καὶ ὁ Ζαχαρίας λέγων· «ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ», 6.14.3 καὶ τὸν χρόνον ὑποσημαίνων ὁ αὐτὸς ἐπιλέγει· «τὸ πρὸς ἑσπέραν ἔσται φῶς» ... «ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν», ἀνθ' οὗ ὁ Ἀκύλας πεποίηκεν· «ἐὰν δὲ μελλήσῃ, προσδέχου αὐτόν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ βραδυνεῖ». τούτου δὲ μέμνηται καὶ ἡ πρὸς Ἑβραίους ἐπιστολὴ δι' ὧν φησιν· «μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν. ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ· ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ». 6.14.4 καὶ ὅρα γε ὅπως διὰ τούτων ἀσαφῶς κείμενον τὸ προφητικόν, διὰ τὸ καθ' ὑπερβατὸν εἰρῆσθαι, ἐπὶ τὸ