150
σαφέστερον ἡ ἐπιστολὴ διείληφεν. 6.14.5 ἡ μὲν γὰρ τῆς προφητείας λέξις «ἐρχόμενος», φησίν, «ἥξει καὶ οὐ χρονίσει», καὶ ἐπιφέρει· «ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ», ὅπερ συναπτόμενον ἀνάγεσθαι δόξειεν ἂν ἐπὶ τὸν ἐρχόμενον καὶ οὐ χρονίζοντα, ὅπερ ἐστὶν ἄτοπον. πῶς γὰρ ἐπ' ἐκεῖνον ἁρμόσει τὸ λέγεσθαι μὴ εὐδοκεῖν ἐν αὐτῷ τὸν θεόν; ἀλλ' ἡ τῆς ἐπιστολῆς παράθεσις, ἐναλλάξασα τὴν τοῦ λόγου σύνταξιν, τὴν διάνοιαν ἐσώσατο. 6.14.6 μετὰ γὰρ τὸ «ἔτι μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει» ἑξῆς συνῆψε τὸ «ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται», εἶτα τὸ ἐν τῇ προφητείᾳ πρῶτον κείμενον ὑπέταξε δεύτερον ἐν τῷ «καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ». ἅπαξ γὰρ θεσπίσας ὁ λόγος διὰ τῆς προφητείας, ὅτι δὴ τὸ φῶς τὸ πᾶσιν τοῖς ἔθνεσιν ἐπηγγελμένον διὰ τῆς Χριστοῦ παρουσίας ὀψέ ποτε καὶ «ἑσπέρας ἀνατελεῖ, καὶ οὐ διαψεύσεται» 6.14.7 οὕτω γὰρ ἀντὶ τοῦ «καὶ οὐκ εἰς κενόν» ὁ Ἀκύλας ἡρμήνευσεν, ἔπειτα, διὰ τὸ μέλλειν ὀψὲ καὶ ἑσπέρας ἔσεσθαι τὴν τοῦ προφητευομένου παρουσίαν, εἰς ὑπομονὴν παρακαλέσας διὰ τοῦ «ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν» ἢ «ἐὰν μελλήσῃ, προσδέχου αὐτόν», «ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ», ἐπὶ τὴν πίστιν τῆς προρρήσεως τὸν ἀκροατὴν παρορμᾷ, λέγων. ὁ δὴ τούτοις πιστεύων ἐξ αὐτῆς τῆς πίστεως αὐτοῦ δίκαιος ἀναδειχθεὶς τὴν κατὰ θεὸν ζήσεται ζωήν, ὡς ἔμπαλιν ὁ ἀπιστῶν, ἐν οἷς ἂν «ὑποστείλληται», μὴ θαρσήσας μηδ' ἐμπιστεύσας τοῖς εἰρημένοις, «οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ». 6.14.8 οὐκοῦν καὶ αὐτοὶ τούτοις ἀκολούθως ἐναλλάξαντες τὸ πρῶτον ὕστερον, καὶ μεταθέντες τὸ ὕστερον ἐπὶ τὸ πρῶτον, σώσομεν τὸν νοῦν τῆς λέξεως, μετὰ τὸ «ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει» καθ' ὑπερβατὸν συνάπτοντες τὸ «ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται», 6.14.9 καὶ τούτῳ ἐπιλέγοντες τὸ «ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ». ταύτῃ δὲ καὶ ὁ Ἀκύλας τῇ διανοίᾳ συντρέχει λέγων· «ἐὰν μελλήσῃ, προσδέχου αὐτόν, ὅτι ἐρχόμενος ἐλεύσεται καὶ οὐ βραδυνεῖ. ἰδοὺ νωχελευομένου οὐκ εὐθεῖα ἡ ψυχή μου ἐν αὐτῷ, καὶ δίκαιος ἐν πίστει αὐτοῦ ζήσεται». 6.15.1 Ἀπὸ τοῦ αὐτοῦ. «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην. ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ. ὁ θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται· κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ. πρὸ προσώπου αὐτοῦ προπορεύσεται λόγος καὶ ἐξελεύσεται εἰς πεδία.» 6.15.2 Ἐπακούσας δὴ αὐτὸς ἑαυτοῦ, μᾶλλον δὲ τοῦ ἐμπνέοντος καὶ ἐνθεσπίζοντος ἐν αὐτῷ θείου πνεύματος, ὁ ἱερὸς προφήτης περὶ τοῦ προφητευομένου φήσαντος ὅτι «ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ», «ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται», πιστεύσας τε ὡς δίκαιος τῷ χρησμῷ, διὰ τῶν μετὰ χεῖράς φησιν· «κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην», καὶ τὰ ἑξῆς, δι' ὧν σαφῶς θεὸν εἰς ἀνθρώπους ἥξειν καταγγέλλει. τίς δ' ἂν οὗτος εἴη ὁ πάλαι γνωριζόμενος, ὕστερον δέ ποτε «ἐν τῷ ἐγγίζειν τὰ ἔτη» γνωσθησόμενος καὶ κατὰ τὸν προφητευόμενον χρόνον «ἀναδειχθησόμενος», ἢ ὁ αὐτὸς ἐκεῖνος ὁ προδηλωθεὶς δεύτερος τῶν ὅλων κύριος, ὁ καὶ τῇ προρρήσει ἀκολούθως «ἐπὶ συντελείᾳ τῶν αἰώνων» εἰς ἐξάκουστον πᾶσιν ἀνθρώποις κηρυχθείς; τούτου δὴ οὖν τὰ ἀνάγραπτα ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔργα, τὴν ἐκ παρθένου δηλονότι οὗ ἀνείληφεν σκήνους γένεσιν, καὶ «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών», τάς τε ἐπιτελεσθείσας αὐτῷ εἰς ἀνθρώπους παραδοξοποιίας, καὶ τὰ κατ' αὐτοῦ γε τετολμημένα τῷ Ἰουδαίων ἔθνει, τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς προλαβών, τά τε μέλλοντα συμβήσεσθαι κεκαθαρμέναις ταῖς διανοίαις παρὰ τοῦ διδάσκοντος