150
τοίνυν καὶ κατὰ τὸ ἀτελεύτητόν ἐστιν ἀγέννητος καὶ ταὐτόν ἐστι κατὰ τὸ σημαινόμενον τὸ ἀτελεύτητόν τε καὶ ἀγέννητον, ἀτελεύτητον δὲ καὶ τὸν υἱὸν εἶναι συντίθεται, ἀγέννητον ἐκ τῆς ἀκολουθίας ταύτης καὶ τὸν υἱὸν κατ' ἀνάγκην συν θήσεται, εἴπερ ταὐτόν ἐστι, καθὼς εἴρηκε, τῷ ἀνάρχῳ τὸ 2.1.534 ἀτελεύτητον. ὡς γὰρ ἐν τῷ ἀγεννήτῳ βλέπει τὸ ἀτελεύ τητον, οὕτως ὁμολογεῖ νενοηκέναι καὶ ἐν τῷ ἀτελευτήτῳ τὸ ἄναρχον. οὐ γὰρ ἂν ἐν τῷ ἴσῳ τὴν τῶν ὀνομάτων ἀνα στροφὴν ἐποιήσατο. ἀλλὰ 20φύσει καὶ οὐ παραθέσει τῶν αἰώνων20, φησίν, 20ὁ θεός ἐστιν ἀγέννητος20. τίς δὲ ὁ περὶ τούτου μαχόμενος, τὸ μὴ φύσει τὸν θεὸν πᾶν 2.1.535 εἶναι ὅ τι καὶ λέγεται; καὶ γὰρ καὶ δίκαιον καὶ δυνατὸν καὶ πατέρα καὶ ἄφθαρτον οὔτε τῇ πρὸς τοὺς αἰῶνας παρα θέσει λέγομεν τὸν θεὸν εἶναι οὔτε τῇ πρὸς ἕτερόν τι τῶν ὄντων ἀναφορᾷ, ἀλλὰ περὶ αὐτὸ τὸ ὑποκείμενον, ὅ τι ποτὲ κατὰ τὴν φύσιν ἐστίν, πᾶσαν εὐσεβῆ θεωροῦμεν ὑπόληψιν. ὡς εἴ γε καθ' ὑπόθεσιν μήτε αἰὼν μήτε τι ἄλλο τῶν κατὰ τὴν κτίσιν νοουμένων δεδημιούργητο, οὐδὲν ἧττον ἦν ἂν ὁ θεὸς ὅπερ νῦν εἶναι πεπίστευται, οὐδὲν τῶν αἰώνων εἰς τὸ 2.1.536 γενέσθαι ὅ ἐστι προσδεόμενος. ἀλλ' 20οὐκ ἐπείσακτον20, φησίν, 20οὐδὲ σύνθετον οὐδὲ διάφορον ἔχει ζωήν· αὐτὸς γάρ ἐστιν ἡ ἀΐδιος ζωὴ κατ' αὐτὴν τὴν ζωὴν ἀθάνατος, κατ' αὐτὴν τὴν ἀθανασίαν ἄ φθαρτος20. ταῦτα καὶ περὶ τοῦ μονογενοῦς μεμαθήκαμεν, καὶ ὁ ἀντιλέγων οὐκ ἔστι, εἰ μή τις ἄρα ταῖς Ἰωάννου φωναῖς ἐκ τοῦ προφανοῦς διαμάχοιτο. οὔτε γὰρ ἐπεισήχθη τῷ υἱῷ ἡ ζωή (Ἐγὼ γάρ εἰμι, φησίν, ἡ ζωή) οὔτε σύνθετος αὐτοῦ ἡ ζωὴ οὔτε διάφορος, ἀλλὰ κατ' αὐτήν ἐστι τὴν ζωὴν ἀθάνατος (<ἐν> τίνι γὰρ ἄν τις ἄλλῳ τὸ ἀθάνατον πλὴν ἐν ζωῇ θεωρήσειε;) καὶ κατ' αὐτὴν τὴν ἀθανασίαν ἄφθαρτος. τὸ γὰρ θανάτου κρεῖττον καὶ φθορᾶς πάντως ἐστὶν ἀνεπίδεκτον. 2.1.537 Μέχρι τούτου καὶ ὁ ἡμέτερος ἕπεται λόγος. τὸν δὲ συγγεγραμμένον τοῖς εἰρημένοις γρῖφον ἑρμηνευόντων οἱ τῇ Προυνίκου σοφίᾳ ἐγγυμνασθέντες· ἐξ ἐκείνης γὰρ δοκεῖ μοι τῆς παρασκευῆς τὰ εἰρημένα προενηνοχέναι. τί γάρ φησιν; 20ἄφθαρτος ὢν ἀνάρχως ἀγέννητός ἐστιν ἀτε λευτήτως οὔτε καθ' ἕτερον οὔτε δι' ἕτερον οὔτε πρὸς ἕτερον λεγόμενος20. ὁ γὰρ κεκαθαρμένος τὴν ἀκοὴν καὶ διορατικὸς τὴν διάνοιαν οἶδε καὶ πρὸ τῶν ἐμῶν λόγων ὅτι πλὴν τοῦ πατάγου τῶν ὀνομάτων, ἃ τῇ ἀλλοκότῳ αὐτῶν συμπλοκῇ κατεκρότησεν, οὐδὲν ἴχνος ἐπι 2.1.538 στημονικῆς διανοίας ἐν τοῖς εἰρημένοις εὑρίσκεται. εἰ δὲ ἄρα τις καὶ σκιὰ νοήματος τῷ ψόφῳ τῶν ῥημάτων ἐνευ ρεθείη, ἀσεβὲς τὸ εὑρεθὲν ἔσται πάντως ἢ καταγέλαστον. τί γὰρ νοῶν τοῦτο λέγεις, εἰπέ μοι, ὅτι ἄναρχός ἐστιν ἀτελευτήτως καὶ ἀτελεύτητος ἀνάρχως; ἆρα ταὐτὸν οἴει τὴν ἀρχὴν εἶναι τῷ τέλει καὶ καθ' ἑνὸς κεῖσθαι νοήματος τὰς δύο φωνάς, ὡς Πέτρου καὶ Σίμωνος αἱ προσηγορίαι ἕν τι τὸ ὑποκείμενον δι' ἑαυτῶν δηλοῦσι, καὶ τούτου χάριν ὥσπερ τὴν ἀρχὴν τῷ τέλει ταὐτὸν εἶναι νομίζεις, οὕτως συνάψας πρὸς μίαν σημασίαν τὰς δύο φωνὰς τὰς ἑκατέρου τούτων ἀναιρετικάς, τοῦ τέλους λέγω καὶ τῆς ἀρχῆς, ἐκ τοῦ ἀντιστρόφου νοήσας τῷ ἀνάρχῳ ταὐτὸν εἶναι τὸ ἀτε λεύτητον μίαν τὰς δύο φωνὰς συγχέας ἐν ἀλλήλαις ἐποίησας, καὶ τοῦτό σοι βούλεται τῶν ὀνομάτων ἡ μίξις ἐν τῷ λέγειν ἀγέννητον εἶναι ἀτελευτήτως καὶ ἀτελεύτητον ἀγεννήτως; 2.1.539 καὶ πῶς οὐκ εἶδες τὸ ἀσεβὲς ἐν τοῖς λεγομένοις ἅμα καὶ καταγέλαστον; εἰ γὰρ ἐκ τοῦ ἴσου γίνεται διὰ τῆς καινῆς ταύτης μίξεως ἡ τῶν ὀνομάτων ἀναστροφή, ὡς τὸ ἀγέν νητον ἀτελευτήτως εἶναι ἀγέννητον καὶ τὸ ἀτελεύτητον ἀγεννήτως εἶναι ἀτελεύτητον, ἀνάγκη πᾶσα πᾶν ἀτελεύτητον μὴ ἄλλως εἶναι εἰ μὴ ἀγεννήτως εἴη· καὶ οὕτως εὑρίσκεταί σοι, ὦ φίλτατε, ἡ πολυθρύλητος 20ἀγεννησία20 ἡ μόνη κατὰ σὲ τοῦ πατρὸς τὴν οὐσίαν χαρακτηρίζουσα κοινοποιουμένη πρὸς πᾶν τὸ ἀθάνατον καὶ πάντα ποιοῦσα τῷ πατρὶ ὁμο ούσια, διὰ τὸ πᾶσιν ὁμοίως ἐμφαίνεσθαι, οἷς διὰ τῆς ἀθα νασίας πρόεισιν ἡ ζωὴ πρὸς τὸ ἄπειρον, ἀρχαγγέλοις ἀγγέ λοις ἀνθρωπίναις ψυχαῖς, τάχα δὲ καὶ αὐτῇ τῇ ἀποστατικῇ 2.1.540 δυνάμει, τῷ διαβόλῳ καὶ τοῖς δαίμοσιν. εἰ γὰρ τὸ ἀτελεύ τητόν τε