1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

151

αὐτὸν θείου πνεύματος μαθών, «ἐκστῆναι» ὁ προφήτης ἐπὶ τοῖς ἀκουσθεῖσι καὶ πεφοβῆσθαι ὁμολογεῖ φάσκων· «κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην». 6.15.3 ὁ σωτὴρ δὲ καὶ κύριος ἡμῶν, αὐτὸς οὗτος ὁ τοῦ θεοῦ λόγος, «ἐν μέσῳ δύο ζωῶν ἐγνώσθη», πληθυντικῶς ἐνταῦθα καὶ περισπωμένως «τῶν ζωῶν» ἀπὸ ἑνικοῦ τοῦ «τῆς ζωῆς» ὀνόματος ἐξακουομένων. 6.15.4 οὐ γὰρ παροξυτόνως «τῶν ζώων» ἢ ἀπὸ οὐδετέρου τοῦ ζώου λέγεται, ἀλλὰ «ζωῶν» περισπωμένως ἀπὸ πληθυντικῆς εὐθείας τῆς «αἱ ζωαί». «δύο οὖν», φησίν, «ζωῶν μέσον γνωσθήσῃ». μιᾶς γὰρ οὔσης τῆς κατὰ θεὸν ζωῆς καὶ θατέρας τῆς κατὰ ἄνθρωπον, καὶ τῆς μὲν θνητῆς τῆς δὲ ἀϊδίου, ἀμφοτέρων εἰκότως ὁ κύριος διὰ πείρας ἐλθών, «ἐν μέσῳ δύο ζωῶν γνωσθῆναι» λέγεται κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν· κατὰ γὰρ τὸν Ἀκύλαν οὐχ οὕτως, ἀλλ' «ἐν τῷ ἐγγίζειν τὰ ἔτη ζώωσον αὐτό» εἴρηται 6.15.5 τί δὲ «αὐτὸ» ἢ τὸ κάτεργόν σού φησιν;, καὶ ὁ Θεοδοτίων δέ φησιν «ἐν μέσῳ ἐτῶν ζώωσον αὐτόν», καὶ ὁ Σύμμαχος «ἐντὸς τῶν ἐνιαυτῶν ἀναζώωσον αὐτόν» ἐκδέδωκεν. πάντες οὖν «ζώωσον αὐτόν» εἰπόντες, σαφῶς ὅτι μὴ περὶ οἷον ἀλόγων τινῶν ἢ λογικῶν ζῴων ὁ λόγος τυγχάνει παρέστησαν. 6.15.6 διὸ παρὰ τοῖς ἑβδομήκοντα λεγομένου τοῦ «ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ» οὐ κατὰ τοὺς πρὸ ἡμῶν ἐξειλήφαμεν, ἀλλὰ δύο ζωὰς τοῦ προφητευομένου δηλοῦσθαι ἔφαμεν, μίαν μὲν τὴν ἔνθεον, θατέραν δὲ τὴν ἀνθρωπίνην. 6.15.7 Τούτοις ὁ προφήτης ἐπιλέγει· «ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου, ἐν ὀργῇ ἐλέους μνησθήσῃ», διδάσκων ὅτι τὸν τοῦ πάθους τοῦ προφητευομένου καιρὸν συνιδὼν τῷ πνεύματι τεθορύβητο. πλὴν ἀλλ' ἐν αὐτῷ τούτῳ, φησίν, τῷ καιρῷ, ἐφ' ᾧ τὴν ψυχὴν ἐταράχθην. ὀργῆς τοῖς ἀνθρώποις οὐδεπώποτε ἄλλοτε ἐπαιωρηθείσης διὰ τὰς τολμηθείσας κατὰ τοῦ κυρίου δυσσεβείας, ἐλέους αὐτὸς ὁ φιλανθρωπότατος κύριος ἀντὶ ὀργῆς ἐμνήσθη, ὡς ἂν ἀγαθοῦ τυγχάνων πατρὸς υἱός. 6.15.8 τὸ γοῦν πάθος αὐτοῦ τῷ παντὶ κόσμῳ σωτηρίας τῆς κατὰ θεὸν καὶ ἐλέους κατέστη αἴτιον. τούτοις ἐπιλέγεται· «ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει». τὸ δὲ Θαιμὰν μεταλαμβάνεται εἰς τὴν ἑλλάδα φωνὴν «συντέλεια», ὡς μηδὲν διαφέρειν εἰ σαφῶς ἐλέγετο «ὁ θεὸς ἐπὶ συντελείᾳ ἥξει». ἐπὶ γὰρ συντελείᾳ τοῦ αἰῶνος καὶ ἐν ταῖς ἐσχάταις ταύταις ἡμέραις ἐπέφανεν ἡμῖν ἡ τοῦ θεοῦ τῶν ὅλων διὰ τοῦ σωτῆρος ἡμῶν εὐεργεσία. 6.15.9 τάχα δὲ καὶ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἐν τούτοις ἄφιξιν θεσπίζει, ὥστε ἀπὸ ἑτέρας ἀναγινώσκεσθαι ἀρχῆς τὰ ἀπὸ τοῦ «ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει», ὡς ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἥξοντος αὐτοῦ ἀπὸ τῶν κατὰ τὰ νότια μέρη τοῦ οὐρανοῦ· μεταλαμβάνεται γὰρ «Θαιμὰν» εἰς τὸν «νότον». 6.15.10 διόπερ ὁ Θεοδοτίων τοῦτον ἑρμηνεύει τὸν τρόπον· «ὁ θεὸς ἀπὸ νοτίου ἥξει». Τὸ δὲ ἑξῆς εἰρημένον «καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος» νοήσεις παραθεὶς τὰς οὕτως ἐχούσας ἐν τῷ Ζαχαρίᾳ φωνάς· «ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων». 6.15.11 τοῦτον γοῦν τὸν ἐπιβεβηκότα «ἐπὶ ἵππον πυρρόν», καὶ ἑστῶτα «ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων», αὐτὸν ἡγοῦμαι εἶναι τὸν ἐν τῇ μετὰ χεῖρας δηλούμενον προφητείᾳ φασκούσῃ· τὸν ἅγιον ἥξειν «ἐξ ὄρους κατασκίου δασέος». ἐν ἑκατέροις γοῦν ὄρη κατάσκια λέλεκται, καὶ ἡγοῦμαι τοῦ παραδείσου τοῦ θεοῦ τυγχάνειν, ὃν «ἐφύτευσεν» «ἐν Ἐδὲμ κατ' ἀνατολάς», ἢ καὶ τῆς ἐπουρανίου Ἱερουσαλήμ· «ὄρη» γὰρ «κύκλῳ αὐτῆς, καὶ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ»· 6.15.12 ταῦτα γοῦν διὰ τὸ πλήρη τυγχάνειν θείων δυνάμεων καὶ πνευμάτων ἁγίων ὡς ἂν σύμφυτα καὶ ἀμφιλαφῆ κατάσκια λέγεται. ἀλλ' ἐν μὲν τῷ Ζαχαρίᾳ σαφῶς ἀνὴρ ἐποχούμενος ἵππῳ πυρρῷ θεωρεῖται, οὕτω τῆς τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ τῆς σαρκός, ᾗ ἐπωχήσατο, δηλουμένης· ἐνταῦθα δὲ ὁ θεὸς καὶ ἅγιος ὠνόμασται· 6.15.13 ὡς γὰρ ἐκ θεοῦ εἰς ἀνθρώπους τὴν ἄφιξιν πεποιημένος, καὶ ὡς ἂν ἐκ τῶν θειοτέρων