152
χωρίων ἐπιφοιτήσας, λέγεται «ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξειν, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος». Εἶθ' ἑξῆς ἐπιλέγει· «ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ, καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται». 6.15.14 δι' ὧν ὁμοῦ ἥ τε εἰς οὐρανοὺς ἔνδοξος αὐτοῦ βασιλεία παρίσταται καὶ ἡ μετὰ ταῦτα γενομένη τε καὶ ἐπὶ πλεῖον γενησομένη εἰς πᾶσαν τὴν γῆν τῆς περὶ αὐτοῦ διδασκαλίας αἴνεσις. τὸ δὲ «κέρατα ἐν ταῖς χερσὶν αὐτοῦ» τῆς βασιλείας αὐτοῦ τὰ σύμβολα δηλοῖ, δι' ὧν κεράτων τὰς ἀοράτους καὶ ἀντικειμένας δυνάμεις ὠθούμενος καὶ κερατίζων ἀπελαύνει. ἀκολούθως τούτοις ἐπιλέγει· «καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ». 6.15.15 καὶ τῆς γε εἰς ἀνθρώπου κραταιᾶς διαθέσεως αὐτοῦ καὶ ἀγάπης δεῖγμα μέγιστον ἦν τὸ «πρὸ προσώπου αὐτοῦ πορευθῆναι λόγον», δηλονότι τὸν σωτήριον καὶ εὐαγγελικόν, ἐξελ θόντα τε τοῦτον διαδραμεῖν «εἰς πεδία», ὥστε ἐν ὀλίγῳ πᾶσαν πληρῶσαι τὴν οἰκουμένην τῆς ὑπ' αὐτοῦ προξενηθείσης ἅπασιν ἀνθρώποις σωτηρίας, ἀκολούθως τῇ προφητείᾳ φησάσῃ «πρὸ προσώπου αὐτοῦ προπορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς πεδία». κατὰ τὴν δευτέραν δὲ αὐτοῦ παρουσίαν ἔτι μᾶλλον καὶ κυριώτερον ὁ λόγος αὐτοῦ πέρας ἐπιθήσει τοῖς τε εἰρημένοις καὶ τοῖς ἑξῆς ἐπιφερομένοις, ἃ καὶ οὐ νῦν ἐξετάζειν καιρός. 6.16.1 Ἀπὸ τοῦ Ζαχαρίου. «Τάδε λέγει κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς· διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ' αὐτούς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύσασιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με.» 6.16.2 Κύριος αὐτὸς ὁ παντοκράτωρ ἐν τούτοις ἑαυτὸν ἀπεστάλθαι φησίν, καὶ τὸν ἀποστείλαντα ὅστις εἴη διδάσκει, λέγων «καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με». οὐκοῦν καὶ ἐνταῦθα δύο σαφῶς ἔχεις μιᾷ χρωμένους προσηγορίᾳ, τόν τε ἀποστείλαντα κύριον παντοκράτορα καὶ τὸν ἀποστελλόμενον ὁμώνυμον τῷ ἀποστείλαντι. 6.16.3 τίνα δ' ἂν ἕτερον εἴποις τὸν ἀποστελλόμενον ἢ τὸν διὰ πλειόνων ἡμῖν προηγορευμένον θεὸν λόγον, πρὸς τοῦ πατρὸς ἀπεστάλθαι ὁμολογοῦντα, σαφῶς δὲ εἰρηκότα· «ὀπίσω δόξης ἀπέσταλκέν με» δηλῶν ὅτι προϋπάρχων ἐν δόξῃ τῇ παρὰ τῷ πατρὶ μετὰ ταῦτα ἀπέσταλτο «ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς»; ἐπὶ γὰρ τὰ πρότερον ἐχθρὰ καὶ πολέμια τοῦ λαοῦ τοῦ θεοῦ ἔθνη ἀποσταλεὶς ὁ τοῦ θεοῦ λόγος ταῦθ' ὑφ' ἑαυτὸν ἠγάγετο, σκυλεύσας αὐτὰ διὰ τῶν αὐτοῦ μαθητῶν, οἵτινες ἦσαν μέρος τοῦ ἐκ περιτομῆς λαοῦ, ὅντινα πάλαι καταδεδούλωντο τὰ ἔθνη, «σκυλεύσαντα» αὐτὸν τῇ οἰκείᾳ εἰδωλολατρίᾳ. 6.16.4 ταῦτ' οὖν φησιν πείσεσθαι τὰ ἔθνη ἅπερ διατέθεικεν. ὡς γὰρ τὸν λαὸν τοῦ θεοῦ, τῆς πατρῴας εὐσεβείας μεταστησάμενα, «σκῦλα» τοῖς ἰδίοις δαίμοσιν κατεστήσαντο, οὕτω ποτὲ καὶ αὐτὰ τῆς πατρικῆς εἰδωλολατρίας πρὸς τῶν πάλαι δεδουλευκότων αὐτοῖς σκυλευθήσονται, καὶ ὑπὸ τὸν ζυγὸν τῆς καθ' Ἑβραίους εὐσεβείας μεταστήσονται. τοῦτο δὲ ἔσεσθαί φησιν ὁ κύριος δι' ἑαυτοῦ, ἐπὶ τῷ τοιῷδε κατορθώματι πρὸς τοῦ πατρὸς ἀποσταλησομένου. 6.16.5 εἴποι δ' ἄν τις καὶ νοητάς τινας καὶ ἀοράτους δυνάμεις «ἔθνη» νῦν ὀνομάζεσθαι τὰ «σκυλεύσαντα» καὶ αἰχμαλωτεύσαντα τὰς τῶν ἀνθρώπων ψυχάς, ὧν ψυχῶν οὕτω φησὶν κήδεσθαι ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος ὡσεὶ τῆς ἰδίας ὀφθαλμοῦ κόρης· καὶ δεῖγμα τῆς τοιᾶσδε αὐτοῦ περὶ τὸ τῶν ἀνθρώπων γένος κηδεμονίας τὸ μηδ' ὑποστείλασθαι αὐτόν, θεοῦ λόγον ὄντα καὶ ἐν δόξῃ τῇ παρὰ τῷ πατρὶ τυγχάνοντα, τὴν εἰς ἀνθρώπους ἐπιδημίαν τε καὶ οἰκονομίαν ἀναδέξασθαι. 6.17.1 Ἀπὸ τοῦ αὐτοῦ. «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ.» 6.17.2 Ἐπεὶ πρόκειται νῦν τὸ