153
δεύτερον αἴτιον ἐκ τῶν προφητῶν ἀποδεῖξαι ἀνθρώποις μέλλον ἐπὶ γῆς συμπολιτεύεσθαι, οἶμαι τούτου παραστατικὸν εἶναι καὶ τὴν παροῦσαν προφητείαν, ὡς διὰ τὸ πρόδηλον μηδὲ πλείονος ἐξεργασίας δεῖσθαι. τηρήσεις δὲ ὅτι καὶ τὴν αἰτίαν αὖθις τῆς ἀφίξεως αὐτοῦ δηλοῖ ἐν οἷς φησιν· «καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν». 6.17.3 ταῦτα δὲ ὁ λόγος τὴν θυγατέρα Σιὼν εὐαγγελίζεται, οὕτω τὴν ἐκκλησίαν τοῦ θεοῦ προσαγορεύων, διὰ τὸ τῆς ἐπουρανίου Ἱερουσαλὴμ θυγατέρα εἶναι δοκεῖν, μητρὸς οὔσης ἐκείνης τῶν ἁγίων κατὰ τὸν ἱερὸν ἀπόστολον. 6.17.4 ἢ καὶ ἄλλως θυγάτηρ Σιὼν ἡ ἐκκλησία Χριστοῦ λεχθείη ἄν, ὡς ἂν ἐκ τῆς προτέρας συναγωγῆς τῶν ἐκ περιτομῆς διά τε ἀποστόλων καὶ εὐαγγελιστῶν ὑποστᾶσα, οἳ καὶ γεννήματα ἐτύγχανον μητρός, τῆς ἀπορριφείσης διὰ τὰς οἰκείας δυσσεβείας καὶ χήρας γεγενημένης διὰ τὸ ἀπελάσαι τὸν ἄνδρα, διὰ τῶν προφητῶν ἐπιμεμψάμενον αὐτῇ καὶ φήσαντα· «οὐχ ὡς ἄνδρα με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου;» ὃς καὶ τοῖς ἐξ αὐτῆς γενομένοις τὸν τρόπον τῆς μητρὸς διαβάλλων φησίν· «ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν», καὶ πάλιν· «κριθῆτε πρὸς τὴν μητέρα ὑμῶν, κριθῆτε, ὅτι αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς». 6.17.5 εἰκότως δῆτα, ὡς ἂν τὴν μητέρα ἀπαρνησαμένους τοῦ κυρίου, τὴν θυγατέρα ἡ παροῦσα προφητεία εὐαγγελίζεται τὴν αὐτοῦ τοῦ κυρίου παρουσίαν. εἴη δ' ἂν αὕτη ἡ ἐξ ἐθνῶν ἐκκλησία, ἐν χώρᾳ θυγατρὸς τῆς προτέρας διὰ τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν λελογισμένη. 6.18.1 Ἀπὸ τοῦ αὐτοῦ. «Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί· καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν. καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα· καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς τὸν βορρᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον· 6.18.2 καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται ἡ φάραγξ ὀρέων ἕως Ἀσαήλ, καὶ ἐμφραχθήσεται ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα· καὶ παρέσται κύριος ὁ θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ. καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν, 6.18.3 καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νύξ, τὸ πρὸς ἑσπέραν ἔσται φῶς. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.» 6.18.4 Μετὰ τὴν πρώτην πολιορκίαν τῆς Ἱερουσαλὴμ καὶ τὴν παντελῆ καθαίρεσιν αὐτῆς καὶ ἐρήμωσιν τὴν ὑπὸ Βαβυλωνίων καὶ μετὰ τὴν ἀπὸ τῆς πολεμίας γῆς ἐπὶ τὴν οἰκείαν ἐπάνοδον, τὴν ἐπὶ Κύρου τοῦ Περσῶν βασιλέως γενομένην, ἄρτι τῆς Ἱερουσαλὴμ ἀνεγηγερμένης, ἀνανεωθέντος δὲ τοῦ ἁγιάσματος καὶ τοῦ πρὸς αὐτῷ θυσιαστηρίου ἐπὶ ∆αρείου τοῦ Πέρσου, ὁ παρὼν προφήτης θεσπίζει, τὴν μετὰ ταῦτα δευτέραν πολιορκίαν τῆς Ἱερουσαλὴμ σημαίνων, ἣν πέπονθεν ὑπὸ Ῥωμαίων οὐκ ἄλλοτε ἢ μετὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῖς οἰκήτορσιν αὐτῆς τετολμημένα. 6.18.5 ἐναργέστατα τοιγαροῦν καὶ ἐνταῦθα τοῦ σωτῆρος ἡμῶν, τοῦ θεοῦ λόγου, ἡ παρουσία καὶ τὰ ἐπὶ ταύτῃ συμβεβηκότα δηλοῦται. ταῦτα δὲ ἦν ὁμοῦ