153
φθείρεσθαι, πρόσεστιν αὐτῇ πάν τως καὶ τὸ μὴ διὰ γεννήσεως εἶναι, καὶ οὕτως ὁ τῆς ἀγεν νησίας λόγος ἔξω τῆς κατὰ τὴν οὐσίαν σημασίας ἀπ 2.1.556 ωσθήσεται. εἰ δὲ ὅτι οὐ φθείρεται ὁ θεός, ἀφθαρσίαν τις λέγοι τὴν οὐσίαν εἶναι, καὶ ὅτι θανάτου κρείττων ἐστί, διὰ τοῦτο αὐτὴν τὴν φύσιν ἀθανασίαν εἶναι ὁρίζοιτο, ἄφθαρτος δὲ ὁ υἱὸς καὶ ἀθάνατος, ἀφθαρσία ἂν εἴη καὶ ἀθανασία καὶ τοῦ μονογενοῦς ἡ οὐσία. εἰ οὖν ἀφθαρσία μὲν ὁ πατήρ, ἀφθαρσία δὲ ὁ υἱός, οὐσία δὲ τούτων ἑκάτερον, οὐδεμία δὲ κατὰ τὴν τῆς ἀφθαρσίας ἔννοιαν ἐπινοεῖται διαφορά, κατ' οὐδὲν πάντως ἡ οὐσία τῆς οὐσίας διενεχθήσεται, εἴπερ ἐπίσης ἐπ' ἀμφοτέρων ἡ φύσις τῆς φθορᾶς ἠλλο 2.1.557 τρίωται. κἂν τὰ αὐτὰ πάλιν ἐπαναλαμβάνων ταῖς ἀφύ κτοις ἡμᾶς, ὡς οἴεται, τῶν διλημμάτων ἀνάγκαις καταδῇ, λέγων εἰ μὲν διορίζοιτο παρ' ἡμῶν τὸ προσὸν τοῦ ὄντος, σύνθετον τὸ θεῖον κατασκευάζεσθαι, εἰ δὲ ἡ ἁπλότης ὁμο λογοῖτο, αὐτῆς τῆς οὐσίας σημαντικὴν τὴν ἀφθαρσίαν καὶ τὴν ἀγεννησίαν πάντως ἀναφανήσεσθαι, πάλιν αὐτὸν σύμ 2.1.558 μαχον τῶν ἡμετέρων ἀποδείξομεν λόγων. εἰ γὰρ πάντη σύνθετον ποιεῖ τὴν θείαν οὐσίαν τῷ προσεῖναί τι λέγειν αὐτῇ, οὐδὲ τὴν πατρότητα πάντως ἐκτὸς τῆς οὐσίας ἀπο ποιήσεται, ἀλλὰ φύσει πατέρα ὁμολογήσει ὡς ἄφθαρτόν τε καὶ ἀθάνατον, καὶ οὕτως καὶ μὴ βουλόμενος εἰς τὴν τῆς φύσεως οἰκειότητα τὸν υἱὸν καταδέξεται. οὐ γὰρ ἔσται δυνατὸν ἐκείνου φύσει πατρὸς ὄντος τῆς φυσικῆς πρὸς 2.1.559 αὐτὸν σχέσεως τὸν υἱὸν ἀφορίζεσθαι. εἰ δὲ ἔξω τῆς φύ σεως προσεῖναι λέγοι τῷ θεῷ τὴν πατρότητα, καὶ ἡμῖν δώσει πάντως κατ' ἐξουσίαν προσεῖναί τι λέγειν τῷ πατρί, ὡς οὐδὲν τῆς ἁπλότητος ἀθετουμένης, εἰ ἔξω τῆς οὐσίας τὸ κατὰ τὴν ἀγεννησίαν σημαίνοιτο. εἰ δὲ αὐτῆς φησι τῆς οὐσίας σημαντικὸν τὸ ἄφθαρτον καὶ τὸ ἀγέννητον καὶ ἰσοδυναμεῖν ἀλλήλοις ἑκάτερα τῶν ὀνομάτων διϊσχυρίζοιτο, ὡς μηδεμίαν ἐπ' αὐτῶν εἶναι διαφορὰν τῷ ταὐτὸν ἑκατέροις ἐγκεῖσθαι τὸ σημαινόμενον, καὶ μίαν λέγοι τοῦ ἀφθάρτου καὶ τοῦ ἀγεννήτου τὴν ἔννοιαν, ὁ τὸ ἓν τούτων ὢν καὶ τὸ 2.1.560 ἕτερον πάντως ἐστίν. ἀλλὰ μὴν ἄφθαρτος ὁ υἱὸς εἶναι καὶ παρὰ τούτων οὐκ ἀμφιβάλλεται· ἀγέννητος ἄρα κατὰ τὸν Εὐνομίου λόγον καὶ οὗτός ἐστιν, εἴπερ ταὐτὸν σημαίνει τῇ ἀγεννησίᾳ τὸ ἄφθαρτον. ὥστε δυοῖν θάτερον, ἢ ἄλλο τι παρὰ τὴν ἀφθαρσίαν τὸ ἀγέννητον σημαίνειν συνθήσεται ἢ ἐπιμένων τοῖς δεδογμένοις πολλαχῶς περὶ τὸν μονογενῆ θεὸν βλασφημήσει, ἤτοι φθαρτὸν αὐτὸν ποιῶν ἵνα μὴ ἀγέν νητον λέγῃ, ἢ ἀγέννητον εἶναι κατασκευάζων ἵνα μὴ φθαρ τὸν ἀποδείξῃ. 2.1.561 Ἀλλ' οὐκ οἶδ' ὅ τι προσήκει πράττειν, εἴτε δι' ἀκολου θίας ἐπεξιέναι πᾶσι τοῖς προκειμένοις εἴτε καὶ τούτοις περιορίσαι τὴν πρὸς τὰ μάταια μάχην. καθάπερ γὰρ ἐπὶ τῶν τὰ δηλητήρια πωλούντων ἡ ἐν ὀλίγῳ πεῖρα παντὸς τοῦ φαρμάκου τὴν πρὸς τὸν ὄλεθρον δύναμιν τοῖς ὠνου μένοις κατεγγυᾶται, καὶ οὐδεὶς ἀμφιβάλλει τὴν ἐκ τοῦ μέρους διαφθορὰν διά τινος πείρας καταμαθὼν μὴ ὅλον εἶναι τὸ πωλούμενον ὀλέθρου φάρμακον, οὕτως οἶμαι δεῖν καὶ τὴν δηλητηριώδη ταύτην φαρμακείαν τοῦ λόγου διὰ τῶν ἐξητασμένων ἐπιδειχθεῖσαν μηκέτι ἀμφίβολον εἶναι τοῖς γε νοῦν ἔχουσι τὸ διὰ παντὸς εἶναι τοιαύτην οἵα διὰ τῶν φθασάντων ἐλήλεγκται, καὶ τούτου χάριν τὸ μὴ προάγειν εἰς μῆκος τοῦ τοῖς ματαίοις ἐμφιλοχωρεῖν αἱρετώτερον εἶναι 2.1.562 λογίζομαι. ἀλλ' ἐπειδὴ πολλαχόθεν τὸ πιθανὸν ἑαυτοῖς οἱ προστάται τῆς ἀπάτης εὑρίσκουσι καὶ δέος μὴ τὸ παρο φθῆναί τι τῶν πεπονημένων αὐτοῖς εὐπρόσωπος καθ' ἡμῶν γένηται διαβολῆς ἀφορμή, ὡς τὸ ἰσχυρότερον ἐλλελοιπότων, τούτου χάριν παρῃτησάμην τοὺς καθομιλοῦντας ἡμῶν τῇ σπουδῇ μηδεμίαν καταγνόντας ἀδολεσχίαν ἕπεσθαι προθύ μως τῷ λόγῳ πανταχοῦ κατ' ἀνάγκην πρὸς τὰς τοῦ ψεύ 2.1.563 δους ἐπιχειρήσεις ἑαυτὸν ἀντεξάγοντι. ἐπειδὴ τοίνυν μόγις ποτὲ τὸν περὶ τῆς ἐπινοίας ὄνειρον ἐν βαθεῖ τῷ ὕπνῳ δια πλάσσων ἐπαύσατο, τοῖς ἀτόνοις ἐκείνοις καὶ ἀδιανοήτοις τῶν ἐπιχειρημάτων ἑαυτὸν καθοπλίζων μετάγει τὸν λόγον ἐπὶ ἕτερον ὄνειρον πολὺ τῆς προλαβούσης φαντασίας ἀνοη τότερον. ἔξεστι δὲ γνῶναι τοῦ πόνου τὸ μάταιον τὴν