154
τὰ περὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ πεπραγμένα καὶ ἡ παραυτίκα τῷ Ἑβραίων ἔθνει ἐπελθοῦσα πολιορκία καὶ τῆς Ἱερουσαλὴμ ἡ ἅλωσις, καὶ ἡ πρὸς τούτοις κλῆσις τῶν ἐθνῶν τοῦ τε ἑνὸς καὶ μόνου θεοῦ εἰς πᾶν γένος ἀνθρώπων ἐπίγνωσις. 6.18.6 ὅ γε μὴν πνευματόφορος προφήτης περιπαθέστερον ὡς ἂν ἐπ' οἰκείοις ὀλοφυρόμενος τοῖς ἐκ περιτομῆς, ἐκ τῆς κατ' αὐτῶν ἐκφωνήσεως τὴν καταρχὴν πεποίηται τῆς προφητείας. «ἡμέρας» δὴ οὖν «τοῦ κυρίου» ὥσπερ οὖν καὶ ἐν ἑτέροις κἀνταῦθα ὀνομάζει, οὕτως τὸν χρόνον τῆς εἰς ἀνθρώπους τοῦ Χριστοῦ παρουσίας σημαίνων, καὶ σαφῶς δηλῶν ὡς ἄρα ὁ κύριος αὐτός, οἷα «φῶς ἀληθινὸν» τυγχάνων, ἰδίων ποιητής ποτε γενήσεται ἡμερῶν τοῖς τε ἐπὶ γῆς ἅπασιν ἀνθρώποις ἐπιλάμψει, τῶν ἐθνῶν ἁπάντων αὐτόν τε καὶ τὰς ἀκτῖνας τοῦ φωτὸς αὐτοῦ καταδεξαμένων, ὅτε τῶν ἐθνῶν ἁπάντων φωτιζομένων, κατὰ τὸ «τέθεικά σε εἰς φῶς ἐθνῶν, εἰς διαθήκην γένους», τὸ Ἰουδαίων ἔθνος διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν τοῖς ἐσχάτοις περιπεσεῖται δεινοῖς. 6.18.7 τοιοῦτον γάρ ἐστιν τὸ «ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί· καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ». 6.18.8 μετὰ δὲ τὴν κατὰ τῆς Ἱερουσαλὴμ πολιορκίαν καὶ τὴν μετ' αὐτὴν αἰχμαλωσίαν τοῦ Ἰουδαίων ἔθνους ἐπιλέγει ἑξῆς ἀγαθὰ τοῖς πᾶσι, θεσπίζων· «καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν», καὶ πάλιν· «ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον». 6.18.9 ἀλλὰ γὰρ καὶ τὸ Ἰουδαίων ἔθνος τοιαῦτα πείσεσθαι ἐν ταῖς τοῦ κυρίου ἡμέραις τῆς προρρήσεως ἀποφηναμένης, τίς οὐκ ἂν θαυμάσειεν τῆς προρρήσεως τὸ ἀποτέλεσμα; ἅμα γὰρ Ἰησοῦς ὁ σωτὴρ καὶ κύριος ἡμῶν παρῆν ἠσέβουν τε εἰς αὐτὸν οἱ ἐκ περιτομῆς, καὶ πάντα αὐτοῖς ἀθρόως τὰ προηγορευμένα μετὰ πεντακοσιοστὸν ἔτος τῆς προρρήσεως τέλους ἐτύγχανεν, ἐξ αὐτοῦ Πιλάτου καὶ μέχρι τῆς κατὰ Νέρωνα καὶ Τίτον καὶ Οὐεσπασιανὸν πολιορκίας οὐ διαλελοιπότων αὐτοὺς παντοίων καὶ ἐπαλλήλων συμφορῶν, ὡς πάρεστιν ἐκ τῆς Φλαυίου Ἰωσήπου γραφείσης ἱστορίας ἀναλέξασθαι. 6.18.10 τότε μὲν οὖν εἰκὸς «τὸ ἥμισυ τῆς πόλεως» ἀπολωλέναι τῇ πολιορκίᾳ, ὥς φησιν ἡ προφητεία. μετ' οὐ πολὺν δὲ χρόνον κατὰ Ἀδριανὸν αὐτοκράτορα κινήσεως αὖθις Ἰουδαϊκῆς γενομένης, τὸ λεῖπον τῆς πόλεως μέρος ἥμισυ πολιορκηθὲν αὖθις ἐξελαύνεται, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο πάμπαν ἄβατον αὐτοῖς γενέσθαι τὸν τόπον. 6.18.11 Εἰ δὲ λέγοι τις κατὰ Ἀντίοχον τὸν Ἐπιφανῆ ταῦτα πεπληρῶσθαι, σκεψάσθω εἰ οἷός τέ ἐστιν ἀποδιδόναι καὶ τὰ λοιπὰ τῆς προφητείας κατὰ τοὺς Ἀντιόχου χρόνους· οἷον τὸ αἰχμαλωσίαν πεπονθέναι τὸν λαόν, καὶ τὸ στῆναι τοὺς πόδας κυρίου ἐπὶ τὸ τῶν ἐλαιῶν ὄρος, καὶ εἰ γέγονεν «κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», καὶ εἰ τὸ «ὄνομα» κυρίου «ἐκύκλωσεν τὴν γῆν πᾶσαν καὶ τὴν ἔρημον», ὅτε τῆς Συρίας Ἀντίοχος ἐκράτει. καὶ τὰ λοιπὰ δὲ τῆς προρρήσεως ὁποίου τέλους ἔτυχεν Ἀντιόχου βασιλεύοντος, πῶς τις ἀποδώσει; 6.18.12 καθ' ἡμᾶς δὲ ταῦτα καὶ πρὸς λέξιν μὲν ἀποδέδοται, καὶ καθ' ἑτέραν δὲ διάνοιαν· μετὰ γὰρ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἡ πόλις αὐτῶν, αὐτή γε ἡ Ἱερουσαλήμ, καὶ τὸ πᾶν σύστημα καὶ πολίτευμα τῆς κατὰ τὸν νόμον Μωσέως θρησκείας καθῃρεῖτο· αὐτίκα τε τὴν κατὰ διάνοιαν αἰχμαλωσίαν πρὸς τῇ σωματικῇ πεπόνθασιν, τὸν σωτῆρα καὶ λυτρωτὴν τῶν ἀνθρωπίνων ψυχῶν μὴ παραδεξάμενοι, τὸν ἐλθόντα «κηρῦξαι» τοῖς ὑπὸ δαιμόνων πονηρῶν «αἰχμαλώτοις ἄφεσιν καὶ τοῖς» τὰς διανοίας «τυφλοῖς ἀνάβλεψιν». 6.18.13 ταῦτα δὲ πεπονθότων ἐκείνων διὰ τὴν ἀπιστίαν αὐτῶν, οἱ τὸν σφῶν λυτρωτὴν ἐπιγνόντες οἰκεῖοί τε αὐτοῦ γενόμενοι μαθηταὶ καὶ ἀπόστολοι καὶ εὐαγγελισταί, πλεῖστοί τε ἄλλοι τῶν ἐκ περιτομῆς εἰς αὐτὸν πεπιστευκότων, περὶ ὧν φησιν ὁ ἀπόστολος «οὕτω καὶ νῦν λεῖμμα κατ'