156
ἄλλα τοῖς ὀνόμασι τούτοις ἐφαρμοζόντων, 20στερητικὰ ἢ ἀφαι ρετικὰ20 ἢ ὅ τι φίλον αὐτοῖς ὀνομάζοντες, ἡμεῖς δὲ τοῦ διδάσκειν ἢ μανθάνειν τὰ τοιαῦτα τοῖς φιλοτίμοις παραχω ρήσαντες μόνον τὸν νοῦν ἐξετάσωμεν, εἰ τῆς εὐσεβοῦς τε καὶ θεοπρεποῦς ὑπολήψεως ἐντός ἐστιν ἢ κεχώρισται. 2.1.581 Εἰ μὲν οὖν ἢ οὐκ ἦν πρότερον ὁ θεὸς ἢ οὐκ ἔσται ποτέ, οὐκ ἂν κυρίως οὔτε ἀτελεύτητος οὔτε ἄναρχος λέ γοιτο· ὡσαύτως δὲ οὔτε ἀναλλοίωτος οὔτε ἀσώματος οὔτε ἄφθαρτος, εἴπερ ὑπονοοῖτο περὶ αὐτὸν ἢ σῶμα ἢ φθορὰ ἢ ἀλλοίωσις ἤ τι τοιοῦτον. εἰ δὲ τούτων εὐαγές ἐστιν οὐδὲν περὶ αὐτὸν ἐννοεῖν, εὐσεβὲς ἂν εἴη πάντως τοῖς χωριστικοῖς τῶν ἀπεμφαινόντων ῥήμασιν ἐπ' αὐτοῦ κεχρῆσθαι καὶ λέ γειν ταῦτα ἃ ἤδη πολλάκις εἰρήκαμεν, ἄφθαρτόν τε καὶ ἀτελεύτητον καὶ ἀγέννητον καὶ ὅσα τοῦ τοιούτου εἴδους ἐστί, τῆς ἐγκειμένης ἑκάστῳ τούτων τῶν ὀνομάτων ἐμφά σεως μόνον τὸν χωρισμὸν τῶν ἡμῖν προχείρων εἰς κατα νόησιν διδασκούσης, οὐκ αὐτὴν τὴν φύσιν τὴν τῶν ἀπεμφαι 2.1.582 νόντων κεχωρισμένην ἑρμηνευούσης. τί γὰρ οὐκ ἔστι τὸ θεῖον τῆς τῶν ὀνομάτων τούτων σημασίας προδεικνυούσης, τί ἐστιν ἐκεῖνο κατὰ τὴν φύσιν ὃ ταῦτα οὐκ ἔστιν ἐν ἀδήλῳ μένει. ἀλλὰ καὶ τὰ λοιπὰ τῶν ὀνομάτων, ὧν ἡ σημασία θέσεώς τινός ἐστιν ἐνδεικτικὴ καὶ ὑπάρξεως, οὐκ αὐτῆς τῆς θείας φύσεως, ἀλλὰ τῶν περὶ αὐτὴν εὐσεβῶς θεωρου 2.1.583 μένων τὴν ἔνδειξιν ἔχει. νοήσαντες γὰρ ὅτι οὐδὲν τῶν ὄντων τῶν τε φαινομένων καὶ τῶν νοουμένων αὐτόματόν τινα καὶ τυχαίαν ἔχει τὴν σύστασιν, ἀλλὰ πᾶν, ὅτιπερ ἐν τοῖς οὖσι καταλαμβάνεται, τῆς πάντων τῶν ὄντων ὑπερκειμένης φύσεως ἐξῆπται κἀκεῖθεν τὴν αἰτίαν τῆς ὑπάρξεως ἔχει, τό τε κάλλος καὶ τὸ μέγεθος τῶν ἐν τῇ κτίσει θαυμάτων κατανοήσαντες, ἐκ πάντων τούτων καὶ τῶν τοιούτων ἄλλα νοήματα περὶ τὸ θεῖον λαμβάνοντες ἰδίοις ὀνόμασιν ἕκαστον τῶν ἐγγινομένων ἡμῖν νοημάτων διερμηνεύομεν, ἀκολου θοῦντες τῇ συμβουλῇ τῆς σοφίας, ἥ φησιν ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως δεῖν τὸν τῶν πάντων γενε 2.1.584 σιουργὸν θεωρεῖσθαι. δημιουργὸν μὲν τὸν ποιητὴν τῶν θνητῶν προσαγορεύομεν, δυνατὸν δὲ τὸν τῆς τοσαύτης περι κρατήσαντα κτίσεως, ᾧ ἐξήρκεσεν ἡ δύναμις οὐσίαν ποιῆσαι τὴν βούλησιν. τό τε τῆς ζωῆς ἡμῶν ἀγαθὸν ἐννοήσαντες ἀκολούθως τὸν ταύτης καθηγησάμενον τῇ τοῦ ἀγαθοῦ προσηγορίᾳ κατονομάζομεν, τῆς τε μελλούσης κρίσεως τὸ ἀδέκαστον παρὰ τῆς θείας παιδευθέντες γραφῆς κριτὴν αὐτὸν καὶ δίκαιον διὰ τούτων προσαγορεύομεν· καὶ πάντα συνελόντι φάναι, τὰ περὶ τῆς θείας φύσεως ἐγγινόμενα ἡμῖν νοήματα εἰς ὀνομάτων τύπον μεταλαμβάνομεν, ὡς μηδεμίαν κλῆσιν δίχα τινὸς ἰδιαζούσης ἐννοίας ἐπὶ τῆς θείας λέγεσθαι 2.1.585 φύσεως. ἀλλὰ καὶ τὴν θεὸς φωνὴν ἐκ τῆς ἐποπτικῆς ἐν εργείας κεκρατηκέναι κατελαβόμεθα. πᾶσι γὰρ παρεῖναι τὸ θεῖον καὶ πάντα θεᾶσθαι καὶ διὰ πάντων ἥκειν πεπι στευκότες τὴν τοιαύτην διάνοιαν τῷ ὀνόματι τούτῳ δια σημαίνομεν, πρὸς τοῦτο παρὰ τῆς ἁγίας ὁδηγηθέντες φωνῆς. ὁ γὰρ εἰπὼν ὅτι Ὁ θεός μου πρόσσχες μοι καὶ Ἴδε ὁ θεός καὶ τὸ Ὁ θεὸς γινώσκει τὰ κρύφια τῆς καρδίας, σαφῶς τὴν ἐγκειμένην τῇ φωνῇ ταύτῃ διάνοιαν ἑρμηνεύει, ὅτι ἐκ τοῦ 2.1.586 θεᾶσθαι θεὸς ὀνομάζεται. διαφέρει γὰρ οὐδὲν Πρόσσχες εἰπεῖν καὶ Ἴδε καὶ Θέασαι. ἐπεὶ οὖν τὸ θεατὸν ὁ θεώ μενος βλέπει, θεὸς εἰκότως τοῦ ὁρωμένου ὁ θεώμενος λέ γεται. ὥστε καὶ διὰ τούτου μερικήν τινα τῆς θείας φύ σεως ἐνέργειαν διδαχθέντες τῆς οὐσίας αὐτῆς ἐν περινοίᾳ διὰ τῆς φωνῆς ταύτης οὐκ ἐγενόμεθα· οὐ μὴν ἐπειδὴ ὀνό ματος προσφυοῦς ἀποροῦμεν, ζημιοῦσθαί τι τὸ θεῖον εἰς 2.1.587 δόξαν ὑπολαμβάνομεν. ἡ γὰρ ἀδυναμία τῆς τῶν ἀνεκφω νήτων ἐξαγορεύσεως κατηγοροῦσα τῆς κατὰ τὴν φύσιν ἡμῶν πτωχείας μείζονα τῆς τοῦ θεοῦ δόξης τὴν ἀπόδειξιν ἔχει διδάσκουσα ἡμᾶς, καθώς φησιν ὁ ἀπόστολος, ὅτι μόνον ἐστὶ θεοῦ προσφυὲς ὄνομα τὸ ὑπὲρ πᾶν αὐτὸν εἶναι πι στεύειν ὄνομα. τὸ γὰρ ὑπερβαίνειν αὐτὸν πᾶσαν διανοίας κίνησιν καὶ ἐξώτερον εὑρίσκεσθαι τῆς ὀνοματικῆς περι λήψεως τεκμήριον τῆς ἀφράστου