1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

157

κἀνταῦθα τῶν ἀπὸ τῆς ἐκκλησίας ἀποπιπτόντων δύο πάλιν δηλοῦσθαι τρόπους, τόν τε κατὰ τὸ ἦθος ἁμαρτάνοντα καὶ τὸν τῆς ὑγιοῦς καὶ ὀρθοδόξου γνώσεως ἐξολισθαίνοντα, ὡς εἶναι ταύτας τοῦ δηλουμένου τοῦ ἐλαιῶνος ὄρους τὰς ὑπὸ τῆς προφητείας αἰνιττομένας διαστάσεις. 6.18.32 Τούτοις ἑξῆς ἐπιλέγεται· «καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως Ἀσαήλ, καὶ ἐμφραχθήσεται ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα». «κοιλὰς» δὲ ἐν τούτοις τῶν ὀρέων τοῦ θεοῦ τίς ἂν εἴη ἢ ἡ κατὰ τὸν Μωσέως νόμον ἐν τῇ Ἱερουσαλὴμ πάλαι πρότερον συντελουμένη σωματικὴ καὶ ἰουδαϊκὴ θρησκεία; ἣν ἀποκλεισθήσεσθαι ὥσπερ ἀποφραχθεῖσαν ὁ παρὼν λόγος θεσπίζει φάσκων· «καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως Ἀσαήλ, καὶ ἐμφραχθήσεται»· 6.18.33 ἀνθ' ὧν ὁ Σύμμαχος πεποίηκεν· «καὶ ἐμφραχθήσεται ἡ φάραγξ τῶν ὀρέων μου, καὶ ἔτι ἐγγιεῖ ἡ φάραγξ τῶν ὀρέων πρὸς τὸ παρακείμενον, καὶ ἐμφραχθήσεται», δι' ὧν παρίστησιν τὸ αἴτιον τῆς ἐμφραχθείσης φάραγγος. τί δὲ ἦν τοῦτο ἀλλ' ἢ τὸ ἐγγίσαι αὐτὴν καὶ πλησιάσαι τῷ παρακειμένῳ αὐτῇ; τοῦτο δὲ ἦν τὸ τοῦ κυρίου ὄρος τὸ τῶν ἐλαιῶν προωνομασμένον, ὅπερ Ἀσαὴλ ὠνόμασται παρὰ τοῖς ἑβδομήκοντα. 6.18.34 δηλοῖ δὲ τοῦτο κατὰ τὴν Ἑβραίων φωνὴν «ποίησιν θεοῦ». οὕτω δέ, φησίν, ἡ παλαιὰ «φάραγξ» πλησιάσασα τῷ ὄρει καὶ τῇ Χριστοῦ ἐκκλησίᾳ τῷ τε ποιήματι θεοῦ «ἐμφραχθήσεται» καὶ ἀποκλεισθήσεται, «ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα». 6.18.35 ζητῶν δὲ παρ' ἐμαυτῷ καὶ τὰς θείας περιιὼν γραφάς, εἴ ποτε «ἐν ταῖς ἡμέραις Ὀζίου» ἡ ἐνταῦθα δηλουμένη φάραγξ «ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ», ἐν μὲν ταῖς τῶν Βασιλειῶν ἱστορίαις οὐδὲν ηὕρισκον· οὔτε γὰρ σωματικῶς κατ' αὐτὸν σεισμὸς γεγονὼς οὔτε τι τοιοῦτο περὶ φάραγγος ἐν αὐταῖς εἰρημένον ἀναγέγραπται. 6.18.36 ἱστορεῖταί γε μὴν Ὀζίας ἐν ἀρχαῖς δίκαιος γεγονέναι, εἶτα διαβέβληται ὡς ἐπαρθεὶς τῇ διανοίᾳ καὶ δι' ἑαυτοῦ θῦσαι τῷ θεῷ τολμήσας, δι' ὃ καὶ λέπραν αὐτῷ κατὰ τοῦ προσώπου ἀνθῆσαι. τοῦτο μὲν οὖν ἡ βίβλος τῶν Βασιλειῶν παρίστησιν· ὁ δέ γε Ἰώσηπος καὶ τὰς ἔξωθεν ἰουδαϊκὰς δευτερώσεις ἀπηκριβωκώς, ἅτε «Ἑβραῖος ἐξ Ἑβραίων» τυγχάνων, ἐπάκουσον οἷα γενέσθαι κατὰ τοὺς αὐτοῦ δηλοῖ χρόνους, λέγων ὡς ἄρα κατεπειγόντων τὸν Ὀζίαν τῶν ἱερέων «ἐξιέναι τοῦ ἱεροῦ καὶ μὴ παρανομεῖν εἰς τὸν θεόν, ὀργισθεὶς ἠπείλησεν αὐτοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν ἄξουσιν. 6.18.37 μεταξὺ δὲ σεισμὸς ἐκλόνησεν τὴν γῆν, καὶ διαστάντος τοῦ ναοῦ φέγγος λαμπρὸν ἐξέλαμψεν καὶ τῇ τοῦ βασιλέως ὄψει προσέπεσεν, ὡς τῷ μὲν εὐθέως λέπραν ἐπιδραμεῖν, πρὸ δὲ τῆς πόλεως πρὸς τῇ καλουμένῃ Ἐρωγῇ τοῦ ὄρους ἀπορραγῆναι τὸ ἥμισυ τοῦ κατὰ τὴν δύσιν καὶ κυλισθὲν τέσσαρας σταδίους ἐπὶ τὸ ἀνατολικὸν ὄρος στῆναι, ὡς τάς τε παρόδους ἐμφραχθῆναι καὶ τοὺς παραδείσους τοὺς βασιλικούς.» 6.18.38 ταῦτά μοι ἀπὸ τοῦ συγγράμματος τῆς Ἰωσήπου Ἰουδαϊκῆς ἀρχαιολογίας κείσθω. καὶ ἐν τῷ προφήτῃ δὲ Ἀμὼς εὗρον κατ' ἀρχὰς τῆς προφητείας αὐτοῦ ὡς ὅτι ἤρξατο προφητεύειν «ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ». ποίου δὲ σεισμοῦ οὐκέτι σαφῶς ἐπιλέγει. 6.18.39 οἶμαι δὲ τὸν αὐτὸν προφήτην προϊόντα τὸν σεισμὸν ὑπογράφειν ἐν οἷς φησιν· «εἶδον τὸν κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπεν, πάταξον ἐπὶ τὸ θυσιαστήριον, καὶ σεισθήσεται τὰ πρόπυλα, καὶ διάκοψον εἰς κεφαλὰς πάντων· καὶ τοὺς καταλοίπους αὐτῆς ἐν ῥομφαίᾳ ἀποκτενῶ», 6.18.40 δι' ὧν ἡγοῦμαι θεσπίζεσθαι τὸν σεισμὸν καὶ τὴν καθαίρεσιν τῶν πάλαι σεμνῶν τοῦ Ἰουδαίων ἔθνους καὶ τῆς ἐπιτελουμένης ὑπ' αὐτῶν ἐν τῇ Ἱερουσαλὴμ θρησκείας, τήν τε ἀπώλειαν τὴν μετελθοῦσαν αὐτοὺς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν, ὅτε παραιτησαμένων αὐτῶν τὸν Χριστὸν τοῦ θεοῦ, τὸν ἀληθῆ ἀρχιερέα, λέπρα κατὰ τῶν ψυχῶν ἐξήνθησεν, ὥσπερ οὖν καὶ ἐπὶ τοῦ