157
μεγαλειότητος τοῖς ἀν θρώποις καθίσταται. 2.1.588 Περὶ μὲν δὴ τῶν ὀνομάτων τῶν ἐπὶ θεοῦ καθ' ὃν δή ποτε τύπον ἐκφωνουμένων ταῦτα γινώσκομεν· ὧν τὴν ἔκ θεσιν ἀκατάσκευόν τε καὶ ἁπλῆν τοῖς εὐγνωμονεστέροις τῶν ἀκροατῶν παρεθέμεθα, πρὸς τὰς ἀτόνους τοῦ Εὐνομίου περὶ τούτων μάχας αἰσχρὸν ἅμα καὶ ἀπρεπὲς ἡμῖν αὐτοῖς κρίναντες ἐκθύμως ἀντικαθίστασθαι. τί γὰρ ἄν τις εἴποι τῷ λέγοντι 20τὸν τύπον τῶν ὀνομάτων κυριώτερον20 ἡμᾶς 20ποιεῖσθαι τῆς τῶν ὀνομαζομένων ἀξίας, τοῖς ὀνόμασι τὴν κατὰ τῶν πραγμάτων δω ρουμένους προνομίαν καὶ τοῖς ἀνίσοις ἰσο 2.1.589 τιμίαν20; ταῦτα οὕτως εἴρηται παρὰ τῆς ἐκείνου φωνῆς. κρινέτω δὲ ὁ κρίνειν ἐπεσκεμμένος, εἴ τι καίριον ἡ σφοδρὰ τοῦ συκοφάντου κατηγορία καθ' ἡμῶν ἔχει, ἐφ' ᾧ καὶ ἀπολογήσασθαι ἄξιον, ὅτι 20δωρούμεθα τοῖς ὀνόμασι τὴν κατὰ τῶν πραγμάτων προνομίαν20, πᾶσιν ὄντος προδήλου, ὅτι οὐδὲν τῶν ὀνομάτων οὐσιώδη καθ' ἑαυτὸ τὴν ὑπόστασιν ἔχει, ἀλλὰ γνώρισμά τι καὶ σημεῖον οὐσίας τινὸς καὶ διανοίας γίνεται πᾶν ὄνομα, αὐτὸ ἐφ' ἑαυτοῦ μήτε 2.1.590 ὑπάρχον μήτε νοούμενον. τῷ δὲ μὴ ὑφεστηκότι πῶς ἔστι νέμειν τὰς δωρεάς, διδασκέτω τοὺς μαθητὰς τῆς ἀπάτης ὁ προσφυῶς κεχρῆσθαι τοῖς ὀνόμασιν ἀξιῶν καὶ τοῖς ῥήμασιν. τούτων δὲ οὐδ' ἂν ἐπεμνήσθην ὅλως, εἰ μὴ δι' αὐτῶν ἔδει τὴν ἀπόδειξιν τῆς κατὰ τὸν νοῦν τε καὶ τὴν λέξιν ἀτονίας τοῦ λογογράφου ποιήσασθαι. καὶ ὅσα τῆς θεοπνεύστου γραφῆς ἀναρμόστως καὶ οὐ κατὰ σκοπὸν ἐπισύρεται, δια φορὰν ἀθανασίας ἀγγέλων τε καὶ ἀνθρώπων τεχνολογῶν, οὐκ οἶδα πρὸς ὅ τι βλέπων καὶ τί διὰ τούτου κατασκευάζων, καὶ ταῦτα παρήσω (τὸ γὰρ ἀθάνατον, ἕως ἀθάνατον ᾖ, 2.1.591 τὸ μᾶλλον καὶ τὸ ἧττον συγκριτικῶς οὐ προσδέχεται· εἰ γὰρ ὑποστολήν τινα κατὰ σύγκρισιν τὸ ἕτερον τῶν παρα τεθειμένων μέρος ἐν τῷ τῆς ἀθανασίας ἔχοι λόγῳ, ἀνάγκη πᾶσα μηδὲ ἀθάνατον τὸ τοιοῦτον κατονομάζεσθαι· πῶς γὰρ ἂν ἔτι κυρίως λέγοιτο ἀθάνατον οὗ τὸ θνητὸν ἡ διὰ συγκρίσεως ἀντιπαράθεσις κατηγόρησε;) καὶ τὴν λεπτὴν ἐκείνην ἀκρίβειαν, τὸ 20μὴ20 κελεύειν 20ἀδιάφορον εἶναι καὶ μέσην τὴν τῆς στερήσεως ἔννοιαν, ἀλλὰ τὸν μὲν τῶν κρειττόνων χωρισμὸν στέρησιν λέγειν, τὴν δὲ τῶν χειρόνων ἀπόστασιν μὴ δεῖν τῷ ὀνό ματι τούτῳ διασημαίνειν20, ὡς, εἰ ταῦτα κρατήσειε, μηκέτι κατ' αὐτὸν τῆς ἀποστολικῆς ἀληθευούσης φωνῆς, ἥ φησι μόνον αὐτὸν ἔχειν ἀθανασίαν καὶ τοῖς ἄλλοις παρέ 2.1.592 χειν. τί γὰρ ἔχει κοινὸν ἡ ἐπαχθεῖσα ῥῆσις αὐτῷ πρὸς τὸν προάγοντα λόγον, οὔτε ἡμῖν οὔτε ἄλλοις τισὶν τῶν νοῦν ἐχόντων δυνατὸν ἐννοῆσαι. καὶ ἐπειδὴ τὰ σοφὰ ταῦτα καὶ λεπτὰ κατιδεῖν οὐκ ἰσχύσαμεν, 20ἀνεπιστήμονας20 ὀνομάζει 20καὶ τῆς τῶν πραγμάτων κρίσεως καὶ τῆς τῶν 2.1.593 ὀνομάτων χρήσεως20, οὑτωσὶ τοῖς ῥήμασι γράφων. καὶ πάντα τὰ τοιαῦτα ὡς οὐδεμίαν ἔχοντα κατὰ τῆς ἀληθείας ἰσχὺν παραδραμοῦμαι ἀνεξετάστως, καὶ τὸ διαβάλλειν αὐτὸν τὴν ἐκτεθεῖσαν παρ' ἡμῶν τοῦ ἀφθάρτου τε καὶ ἀσωμάτου διάνοιαν, ὡς ἑκατέρας τῶν προσηγοριῶν τούτων τῆς μὲν τὸ ἀδιάστατον, ᾧ ἡ τριμερὴς τῶν σωμάτων οὐκ ἐνθεωρεῖται διάστασις, τῆς δὲ τὸ φθορᾶς ἀνεπίδεκτον σημαινούσης, καὶ τὸ λέγειν αὐτὸν οὑτωσὶ τοῖς ῥήμασι, ὅτι 20οὐ δικαιοῦμεν τὸν τῶν ὀνομάτων τύπον εἰς ἀναρμόστους ἐκ πεσεῖν ἐννοίας20, καὶ <τὸ μὴ> τοῦ μὴ εἶναι ἢ μὴ προσ εῖναι σημαντικὸν ὑπολαμβάνειν τούτων ἕκαστον, ἀλλ' αὐτοῦ τοῦ εἶναι, καὶ ταῦτα σιγῆς ἄξια καὶ βαθείας λήθης εἶναι κρίνας παρήσω τοῖς ἐντυγχάνουσιν ἐφ' ἑαυτῶν φωρᾶσαι τὴν μεμιγμένην μετὰ τῆς ἀνοίας ἀσέβειαν· ὃς ἀξιοῖ μὴ ἀντιδιαστέλλεσθαι τὸ φθαρτὸν τῷ ἀφθάρτῳ μηδὲ ἀπόστασιν σημαίνειν τοῦ χείρονος τὴν ἀφαιρετικὴν σημασίαν, ἀλλ' 2.1.594 αὐτὸ τὸ εἶναι διὰ τοῦ ὑποκειμένου σημαίνεσθαι. εἰ τοίνυν οὐκ ἀφαιρετικὴ φθορᾶς ἡ τοῦ ἀφθάρτου σημασία παρὰ τοῦ κενῶς ταῦτα τεχνολογοῦντος νομίζεται, τοὐναντίον πάν τως κατὰ πᾶσαν ἀνάγκην ὁ τοιοῦτος ἐνδείξεται τοῦ ὀνό ματος τύπος. εἰ γὰρ οὐκ ἔστι φθορᾶς ἀλλοτρίωσις ἡ ἀφθαρσία, συγκατάθεσίς ἐστι πάντως τοῦ ἀπεμφαίνοντος· αὕτη γὰρ τῶν ἀντιθέτων ἡ φύσις, ὡς τῇ τοῦ ἑνὸς ἀφαι 2.1.595 ρέσει τὴν τοῦ ἀντικειμένου θέσιν ἀντεισιέναι.