160
ψιλὴν αὐτὴν καὶ ἀσύντακτον ἐκ τοῦ λοιποῦ σώματος ἀφελκύσας κνίζειν ἐπιχειρεῖ τοῖς ἀπλήκτοις ὀδοῦσι κατα σπαράσσων, μᾶλλον δὲ κατασιελίζων τὸν λόγον. λέξω δὲ πρῶτον μὲν τὴν διάνοιαν τῶν παρὰ τοῦ διδασκάλου περὶ τούτου διευκρινηθέντων ἡμῖν, εἶθ' οὕτω τὸν λόγον αὐτὸν ἐπὶ λέξεως παραθήσομαι, ὡς ἂν πᾶσι γένοιτο φανερὸς ὁ ἐπὶ λύμῃ τῆς ἀληθείας ταῖς τῶν εὐσεβούντων σπουδαῖς 2.1.612 εἰσφθειρόμενος. προσάγων γὰρ ἡμᾶς τῇ τοῦ ἀγεννήτου σημασίᾳ διὰ τῶν καθ' ἑαυτὸν λόγων ὁ διδάσκαλος ἡμῶν τοιαύτην ἡμῖν ἔφοδον πρὸς τὴν τοῦ ζητουμένου γνῶσιν ὑπέ θετο, δεικνὺς πόρρω τῆς κατὰ τὴν οὐσίαν ἐννοίας ὂν τοῦ ἀγεννήτου τὸ σημαινόμενον. τοῦ εὐαγγελιστοῦ, φησί, τῆς κατὰ σάρκα τοῦ κυρίου γενεαλογίας ἐκ τοῦ Ἰωσὴφ τὴν ἀρχὴν ποιησαμένου, εἶτα προϊόντος ἐπὶ τὸν ἀεὶ χρόνῳ πρε σβύτερον καὶ ἐν τῷ Ἀδὰμ τὸ πέρας τῆς γενεαλογίας ὁρί σαντος καὶ διὰ τὸ μὴ ὑπερκεῖσθαι τοῦ πρωτοπλάστου σω ματικὸν πατέρα τοῦ θεοῦ φήσαντος, πρόχειρον εἶναί φησι τῇ ἑκάστου διανοίᾳ περὶ τοῦ θεοῦ τοῦτο λαβεῖν ὅτι ὁ θεός, ἐξ οὗ ὁ Ἀδάμ, οὐ καθ' ὁμοιότητα τῶν ἀνθρωπικῶς γε νεαλογηθέντων καὶ αὐτὸς ἐξ ἑτέρου τὴν ὑπόστασιν ἔχει. 2.1.613 ἐπειδὰν γὰρ πάντα διεξελθόντες τὸν θεὸν μετὰ πάντα τῷ νῷ λάβωμεν, τὴν πάντων ἀρχὴν ἐνοήσαμεν. ἀρχὴ δὲ πᾶσα εἴπερ ἑτέρου τινὸς ἐξημμένη τύχοι, ἀρχὴ οὐκ ἔστιν. οὐκοῦν εἰ ἀρχὴ τοῦ παντὸς ὁ θεός, οὐδ' ὁτιοῦν ἔσται τῆς τῶν πάντων ἀρχῆς ὑπερκείμενον. αὕτη τοῦ διδασκάλου περὶ τῆς τοῦ ἀγεννήτου σημασίας ἡ ἔκθεσις. καὶ ὅτι οὐδὲν ἔξω τῆς ἀληθείας αὐτῷ παρ' ἡμῶν μεμαρτύρηται, αὐτὴν ἐπὶ ῥημάτων τὴν περὶ τούτου ῥῆσιν ἐκθήσομαι. 2.1.614 "1Ὁ εὐαγγελιστής, φησί, Λουκᾶς τὴν κατὰ σάρκα γε νεαλογίαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκ τιθέμενος καὶ ἀπὸ τῶν τελευταίων ἐπὶ τοὺς πρώτους ἀνα ποδίζων ἤρξατο μὲν ἀπὸ τοῦ Ἰωσήφ, εἰπὼν δὲ τοῦτον τοῦ Ἠλεί, τὸν δὲ τοῦ Ματτὰθ καὶ οὕτω κατὰ ἀνάβασιν πρὸς τὸν Ἀδὰμ τὴν ἐξήγησιν ἐπαναγαγών, εἶτα ἐλθὼν ἐπὶ τοὺς ἄνω καὶ εἰπὼν ὅτι ὁ Σὴθ ἐκ τοῦ Ἀδάμ, ὁ δὲ Ἀδὰμ ἐκ τοῦ θεοῦ, ἐνταῦθα τῆς ἀναβάσεως ἔληξεν. ὥσπερ οὖν ἐκεῖνος εἶπεν ὅτι ὁ Ἀδὰμ ἐκ τοῦ θεοῦ, ἡμεῖς ἑαυτοὺς 2.1.615 ἐρωτήσωμεν ὁ δὲ θεὸς ἐκ τίνος; ἆρ' οὐχὶ πρόχειρόν ἐστι τῇ ἑκάστου διανοίᾳ ὅτι ἐξ οὐδενός; τὸ δὲ ἐξ οὐδενὸς τὸ ἄναρχόν ἐστι δηλονότι, τὸ δὲ ἄναρχον τὸ ἀγέννητον. ὡς οὖν ἐπὶ τῶν ἀνθρώπων οὐκ ἦν οὐσία τὸ ἔκ τινος, οὕτως οὐδὲ ἐπὶ τοῦ θεοῦ τῶν ὅλων οὐσίαν ἔστιν εἰπεῖν τὸ ἀγέν νητον."2 τίσιν ὀφθαλμοῖς ἔτι πρὸς τὸν ὁδηγὸν ὑμῶν ἀπο βλέπετε; πρὸς ὑμᾶς λέγω τὴν τῶν ἀπολλυμένων ἀγέλην. πῶς ἔτι τὴν ἀκοὴν ὑποκλίνετε τῷ τοιαύτην στήλην τῆς ἰδίας ἀναιδείας διὰ τῶν λόγων στήσαντι; οὐκ αἰσχύνεσθε νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, τοιούτῳ χειραγωγῷ πρὸς τὴν 2.1.616 ἀλήθειαν χρώμενοι; οὐ σημείῳ χρήσεσθε τούτῳ τῆς περὶ τῶν δογμάτων αὐτοῦ μανίας, τῷ οὕτω πρὸς τὴν ἀλήθειαν αὐτὸν τῶν γεγραμμένων ἀναισχύντως ἀντικαθίστασθαι; οὕτως ὑμῖν καὶ τὰς θείας ἑρμηνεύει φωνάς, οὕτω τῆς τῶν δογμάτων ἀληθείας προΐσταται, ὡς ἀπελέγχειν Βασίλειον ἐκ τοῦ πάντη μὴ ὄντος γενεαλογοῦντα τὸν ἐπὶ πάντων 2.1.617 θεόν; εἴπω τὴν παρ' αὐτοῦ ῥῆσιν, ἔκθωμαι τῆς ἀναισχυν τίας τὰ ῥήματα; παρίημι τὰς ὕβρεις, οὐ μέμφομαι ταῖς λοιδορίαις· οὐ γὰρ αἰτιῶμαι τὸν ὀδωδότα τῷ στόματι ὅτι ὄδωδεν, οὐδὲ τὸν τῷ σώματι λελωβημένον ὅτι λελώβηται. τὰ γὰρ τοιαῦτα φύσεώς ἐστιν ἀτυχήματα τὴν παρὰ τῶν νοῦν ἐχόντων μέμψιν ἐκφεύγοντα. οὐκοῦν ἡ τοῦ ὑβρίζειν σπουδὴ λογισμῶν ἐστιν ἀρρωστία καὶ δυσκληρία ψυχῆς τὸν ὑγιαίνοντα λογισμὸν λελωβημένης. οὐδεὶς οὖν μοι λόγος ὧν λελοιδόρηται, ἀλλὰ τὴν σφοδρὰν ἐκείνην καὶ ἄμαχον τοῦ συλλογισμοῦ πλοκήν, δι' ἧς τὴν καθ' ἡμῶν κατηγορίαν πρὸς τὸν σκοπὸν ἑαυτοῦ συνεπέρανε, διαρρήδην γράψω κατ' αὐτὰ τὰ ῥήματα. 2.1.618 20Ἵνα γάρ20, φησί, 20μὴ κωλυθῇ τὸν υἱὸν ἐκ μετ ουσίας εἰπεῖν τοῦ ὄντος, λέληθεν ἑαυτὸν τὸν ἐπὶ πάντων θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἰπών. εἰ γὰρ τὸ "1μηδὲν"2 τῷ πάντη μὴ ὄντι ταὐτὸν κατὰ τὴν ἔννοιαν, τῶν δὲ