161
ἰσοδυναμούντων ἀκώ λυτος ἡ μετάληψις, ὁ λέγων ἐξ οὐδενὸς εἶναι τὸν θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἶναι λέγει τὸν θεόν20. πρὸς τί τῶν εἰρημένων πρότερον ἴδωμεν, ὅτι ἐκ μετουσίας τοῦ θεοῦ τὸν υἱὸν οἴεται καὶ τοῖς μὴ τοῦτο δεχομένοις ἐπισκεδάζει τοῦ στόματος ἑαυτοῦ τὴν δυσωδίαν, ἢ τὴν ψυχρὰν καὶ ὀνειρώδη τοῦ σοφίσματος συνθήκην διεξ ετάσωμεν; ἀλλ' ὅτι μὲν τὸ ἐκ μετουσίας τῇ θείᾳ φύσει προσάπτειν υἱοὺς ποιητῶν μόνων καὶ μυθοπλαστῶν ἐστιν, οὐκ ἂν ἀγνοοίη τις τῶν καὶ ὁπωσοῦν μετεχόντων φρονή 2.1.619 σεως. οὕτω γὰρ οἱ τοῖς μέτροις τοὺς μύθους ἐνείροντες ∆ιονύσους τινὰς καὶ Ἡρακλέας καὶ Μίνωας καὶ ἄλλους τοιούτους ἐκ δαιμονίας εἰς ἀνθρώπινα σώματα συμπλοκῆς διαπλάσσουσι καὶ ὑπεραίρουσι τῶν λοιπῶν ἀνθρώπων τοὺς τοιούτους τῷ λόγῳ ὡς τῇ μετουσίᾳ τῆς κρείττονος φύσεως τὸ πλέον ἔχοντας. οὐκοῦν τοῦτον μὲν τὸν λόγον ὡς οἴκοθεν τὸν τῆς ἀνοίας ἅμα καὶ ἀσεβείας ἔλεγχον ἔχοντα σιωπῆσαι προσήκει, προθεῖναι δὲ μᾶλλον τὸν ἄμαχον ἐκεῖνον συλ λογισμόν, ὡς ἂν μάθοιεν οἱ καθ' ἡμᾶς ἰδιῶται οἵων καὶ ὅσων οἱ τὰς τεχνικὰς ἐφόδους μὴ παιδευθέντες ἐζημιώ 2.1.620 θησαν. 20εἰ γὰρ τὸ "1μηδέν,"220 φησί, 20τῷ πάντη μὴ ὄντι ταὐτὸν κατὰ τὴν ἔννοιαν, τῶν δὲ ἰσοδυναμούν των ἀκώλυτος ἡ μετάληψις, ὁ λέγων ἐξ οὐδενὸς εἶναι τὸν θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἶναι λέ γει τὸν θεόν20. τίς ἔδωκε τῷ τὴν Ἀριστοτελικὴν ἡμῖν αἰχμὴν ἐπισείοντι, ὅτι τὸ λέγειν τινὰ πατέρα μὴ ἔχειν ταὐ τόν ἐστι τῷ ἐκ τοῦ πάντη μὴ ὄντος αὐτὸν γεγενῆσθαι λέγειν; ὁ γὰρ τοὺς γενεαλογουμένους παρὰ τοῦ λόγου καθεξῆς ἀριθμήσας ἀεὶ τοῦ μνημονευθέντος ὑπερκείμενον 2.1.621 πατέρα δηλονότι νοεῖ. τί γὰρ ἦν ὁ Ἠλεὶ τοῦ Ἰωσήφ; τί δὲ ὁ Ματτὰθ τοῦ Ἠλεί; τί δὲ ὁ Ἀδὰμ τοῦ Σήθ; ἆρ' οὐχὶ πρόδηλον καὶ τοῖς ἄγαν νηπίοις ὅτι πατέρων ἐστὶν ἀπαρίθμησις ὁ τῶν μνημονευθέντων τούτων ὀνομάτων κατά λογος; εἰ γὰρ ὁ Σὴθ τοῦ Ἀδὰμ υἱός, πατὴρ τοῦ ἐξ αὐτοῦ γεγεννημένου πάντως Ἀδάμ. οὕτως εἰπέ μοι καὶ τοῦ ἐπὶ πάντων θεοῦ πατὴρ τίς; εἰπὲ τῷ ἐρωτῶντι, ῥῆξον φω νήν, ἀπόκριναι, πᾶσαν τὴν λογικήν σου τέχνην πρὸς τὴν πεῦσιν ταύτην συγκίνησον· ἆρ' εὑρήσεις τινὰ λόγον τὴν 2.1.622 τοῦ σοφίσματός σου λαβὴν διαφεύγοντα; τίς ὁ τοῦ ἀγεν νήτου πατήρ; ἔχεις εἰπεῖν ὅστις; οὐκοῦν οὐκ 20ἀγέν νητος20; ἀλλὰ συνθλιβόμενος ἐρεῖς πάντως, ὃ δὴ καὶ εἰπεῖν ἐστιν ἐπάναγκες ὅτι "1οὐδείς"2. τί οὖν, ὦ φίλ τατε, ἆρά σοι οὔπω λέλυται ἡ μαλθακὴ τοῦ σοφίσματος αὕτη διαπλοκή; ἆρα συνῆκας τοῖς ἰδίοις κόλποις ἐνσι ελίσας; τί φησιν ὁ μέγας Βασίλειος; ὅτι ὁ ἀγέννητος ἐξ οὐδενός ἐστι πατρός. ἐκ γὰρ τῶν προγενεαλογηθέντων πατέρων ἡ ἀκολουθία κατὰ τὸ σιωπώμενον συνομολο 2.1.623 γεῖσθαι δίδωσι τοῦ πατρὸς τὴν προσθήκην. σὺ τὸ ἐξ οὐδενὸς πατρὸς τὸ 20μηδὲν20 ἐποίησας, καὶ πάλιν τὸ 20μη δὲν εἰς τὸ πάντη μὴ ὂν20 μεταλαβὼν τὸν λελυμένον ἐκεῖνον συλλογισμὸν συνεπέρανας. οὐκοῦν τὰ σοφά σου ταῦτα τῆς τεχνικῆς ἀγχινοίας πρὸς σὲ μεταχθήσεται. τίς 20τοῦ ἀγεννήτου20 πατήρ, ἐρωτῶ; οὐδείς, ἐρεῖς κατὰ πᾶσαν ἀνάγκην. ὁ γὰρ ἀγέννητος πατέρα πάντως οὐκ 2.1.624 ἔχει. εἰ τοίνυν οὐδεὶς τοῦ 20ἀγεννήτου20 πατήρ, τὸ δὲ οὐ δεὶς παρὰ σοῦ πρὸς τὸ 20μηδὲν20 μετελήφθη, τὸ δὲ 20μηδὲν20 κατὰ τὸν σὸν λόγον 20τῷ πάντη μὴ ὄντι20 ταὐτόν ἐστι κατὰ τὴν ἔννοιαν, 20ἀκώλυτος δὲ τῶν ἰσοδυναμούν των20, καθὼς φῄς, 20ἡ μετάληψις20, ὁ εἰπὼν ὅτι οὐδείς ἐστι τοῦ ἀγεννήτου πατὴρ 20ἐκ τοῦ πάντη μὴ ὄντος20 εἶναι λέγει τὸν ἐπὶ πάντων θεόν. 2.1.625 20Τοιοῦτον20, ὡς ἔοικεν, 20ἐστίν20, ὦ Εὐνόμιε, 20κακόν20 (τοῖς σοῖς γὰρ χρήσομαι λόγοις) οὐ 20τὸ δοκεῖν εἶναι σοφὸν πρὸ τοῦ εἶναι τετιμηκέναι20 (μικρὸν γὰρ ἴσως τὸ τοιοῦτον εἰς δυστυχίαν), ἀλλὰ τὸ ἑαυτὸν ἀγνοεῖν καὶ μὴ γινώσκειν, ὅσον ἐστὶ τὸ διάφορον τοῦ ὑψιπετοῦς Βασιλείου 2.1.626 καὶ τοῦ χερσαίου θηρίου. εἰ γὰρ ἐφεώρα τὸν βίον ἡμῶν τὸ ὀξὺ καὶ θεῖον ὄμμα ἐκεῖνο, εἰ περιεπόλει τὴν ἀνθρω πίνην ζωὴν τῷ τῆς σοφίας πτερῷ, ἔδειξεν ἂν καταπτὰς ἐπὶ σὲ τῷ ῥοίζῳ τῶν λόγων, οἵῳ τῷ ὀστράκῳ τῆς ἀνοίας συμ πεφυκὼς πρὸς τίνα δι' ἀπάτης σεαυτὸν ἀντεπήγειρας, ὕβρεσι ταῖς κατ' αὐτοῦ καὶ λοιδορίαις τὸ δοκεῖν τις εἶναι