162
Ἔνθα μοι τὸν νοῦν ἐπιστήσεις, τίνα τρόπον μέχρι μὲν τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιφανείας οἰκείοις βασιλεῦσιν ἰδίως καὶ καθ' ἑαυτὴν πᾶσα Αἴγυπτος κέχρητο, ἐν αὐτονομίᾳ τε καὶ ἐν ἐλευθερίᾳ διῆγον οἱ Αἰγύπτιοι, δυναστεία τε αὐτῶν ἐξ αἰῶνος μακρά τις καὶ πολλὴ βεβόητο, ἐξ ἐκείνου δὲ πρώτου Ῥωμαίων Αὐγούστου, καθ' ὃν ὁ κύριος ἡμῶν γεγέννητο, χειρωσαμένου τὴν Αἴγυπτον, ὑστάτης τε τῶν Πτολεμαίων Κλεοπάτρας ἁλούσης, ὑπὸ τὴν Ῥωμαίων γεγόνασιν ἐξουσίαν ὑπό τε τοὺς αὐτῶν νόμους καὶ ἐπι τάγματα, τῆς προτέρας αὐτονομίας καὶ ἐλευθερίας ἀφῃρημένοι, ὡς καὶ ἐν τούτῳ τὸ προφητικὸν ἐπαληθεύειν λόγιον, περὶ μὲν τῶν εἰς τοὺς τόπους ἐκπεμπομένων ἐπιτρόπων τε καὶ ἡγουμένων καὶ περὶ τῶν λοιπῶν ἐν μέρει ἀρχόντων φάσκον· «καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν», περὶ δὲ τῶν τὴν καθόλου διεπόντων ἀρχὴν τὸ ἑξῆς, 6.20.21 ἀνθ' οὗ ὁ Ἀκύλας φησίν· «καὶ βασιλεὺς κεκραταιωμένος ἐξουσιάσει ἐν αὐτοῖς», ὁ δὲ Σύμμαχος· «καὶ βασιλεὺς ἰσχυρὸς ἐξουσιάσει αὐτῶν». οὕτω δὴ τὴν Ῥωμαίων ἡγοῦμαι κεκλῆσθαι βασιλείαν, ὑφ' ἧς ὥσπερ χαλινῷ καὶ δεσμῷ πεπεδημένους οὐ μόνον τοὺς πάντων ἀνθρώπων δεισιδαιμονεστάτους Αἰγυπτίους ἀλλὰ καὶ τοὺς λοιποὺς πάντας ἀνθρώπους μηδὲν δύνασθαι τολμᾶν κατὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας δυσφημεῖν. 6.20.22 μετὰ ταῦτα προφητεύεται τούτοις ἑξῆς σκοτεινότερά τινα καὶ δι' αἰνιγμάτων, μακροτέρας καὶ βαθυτέρας τῆς κατὰ τροπολογίαν δεόμενα ἑρμηνείας, ἃ δὴ ἐπὶ σχολῆς κατὰ τὸν προσήκοντα καιρὸν τῆς προσηκούσης τεύξεται διηγήσεως, ἐπὰν σὺν θεῷ τὸν περὶ τῶν ἐπαγγελιῶν ἀποδώσωμεν λόγον. 6.21.1 Ἀπὸ τοῦ αὐτοῦ. «Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ. ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτε ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ, καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται.» 6.21.2 Κἀνταῦθα διαρρήδην θεοῦ ἄφιξις θεσπίζεται σωτήριος καὶ πολλῶν ἀγαθῶν αἰτία· κωφοῖς γοῦν ἴασις καὶ τυφλοῖς ἀνάβλεψις, προσέτι τε χωλοῖς καὶ τὴν γλῶτταν συνδεδεμένοις θεραπεία ἔσεσθαι προφητεύεται, ἃ καὶ τέλους ἔτυχεν οὐκ ἄλλως ἢ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας, ὑφ' οὗ καὶ τυφλῶν ἀνεῴχθησαν οἱ ὀφθαλμοὶ καὶ κωφοὶ τὴν ἀκοὴν ἀπειλήφασιν 6.21.3 τί δεῖ λέγειν ὅσοι καὶ διὰ τῶν αὐτοῦ μαθητῶν παρειμένοι καὶ κωφοὶ καὶ χωλοὶ τὰς κατὰ φύσιν βάσεις ἀπελάμβανον, ἄλλοι τε μυρίοι ποικίλαις νόσοις καὶ μαλακίαις τετρυχωμένοι τῆς παρ' αὐτοῦ θεραπείας τε καὶ σωτηρίας ἠξιοῦντο, κατά τε τὴν ἔνθεον τῆς προφητείας πρόρρησιν καὶ κατὰ τὴν ἀψευδεστάτην τῶν ἱερῶν εὐαγγελίων μαρτυρίαν; 6.21.4 «ἔρημον» δὲ ἐν τούτοις ὁ λόγος αἰνίττεται τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, ἣν πάλαι θεοῦ ἔρημον οὖσαν διὰ τῶν ἐν χερσὶν εὐαγγελίζεται, καὶ ταύτῃ δὲ πρὸς τοῖς ἄλλοις τῇ ἐρήμῳ φησὶν ὁ λόγος δοθήσεσθαι «τὴν δόξαν τοῦ Λιβάνου». 6.21.5 Λίβανον δὲ τὴν Ἱερουσαλὴμ ἀλληγορικῶς σύνηθές ἐστιν ἀποκαλεῖν, ὡς ἐπὶ καιροῦ διὰ τῶν ἀπὸ τῆς θείας γραφῆς ἀποδείξεων παραστήσομεν. ἐν δὴ οὖν τῇ τοῦ θεοῦ εἰς ἀνθρώπους παρουσίᾳ τῇ δηλωθείσῃ ἐρήμῳ, λέγω δὴ τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, τὴν δόξαν τοῦ Λιβάνου δοθήσεσθαι ἡ προκειμένη διδάσκει πρόρρησις. ἀντὶ δὲ τοῦ «καὶ ἡ τιμὴ τοῦ Καρμήλου» ὁ μὲν Ἀκύλας φησίν· «διαπρέπεια τοῦ Καρμήλου καὶ τοῦ Σαρών, αὐτοὶ ὄψονται δόξαν κυρίου», 6.21.6 ὁ δὲ Σύμμαχος· «εὐπρέπεια τοῦ Καρμήλου καὶ τοῦ πεδίου, αὐτοὶ ὄψοντα τὴν δόξαν κυρίου», καὶ ὁ Θεοδοτίων δέ· «ὡραιότης», φησί,