162
παρὰ 2.1.627 τοῖς γραϊδίοις καὶ τοῖς ἐκτομίαις θηρώμενος. πλὴν ἀλλ' οὐκ ἀπελπιστέον σοι καὶ τῶν ὀνύχων ἐκείνου. τὸ γὰρ ἡμέτερον ὡς μὲν πρὸς ἐκεῖνον ὄνυχος μοῖρα κρινόμενον πολλοῦ ἂν εἴη, πρὸς δὲ σὲ τοσοῦτόν ἐστιν, ὅσον ἱκανὸν εἶναί σοι περιρρῆξαι τῆς ἀπάτης τὸ ἔλυτρον καὶ δεῖξαι τὴν ἐγκεκρυμμένην τῷ ὀστράκῳ ἀσχημοσύνην. Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν ἢ τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τῆς νίκης ἢ τρισὶ πτώμασι κατὰ τὸν ἀθλητικὸν καταβληθῆναι νόμον, δι' ὧν γίνεται τῷ νενικηκότι τῇ κρίσει τῶν βραβευόντων ἡ ἐπὶ τῷ στεφάνῳ δόξα διὰ λαμπροῦ τοῦ κηρύγματος, ἐπεὶ οὖν δὶς ἤδη καταβληθεὶς ἐν τοῖς προλαβοῦσι λόγοις Εὐνό μιος οὔπω συγχωρεῖ τῇ ἀληθείᾳ κατὰ τοῦ ψεύδους ἔχειν τὰ νικητήρια, ἀλλ' ἐκ τρίτου πάλιν κατὰ τῆς εὐσεβείας διὰ τῆς λογογραφίας κονίζεται ἐν τῇ συνήθει παλαίστρᾳ τοῦ ψεύδους εἰς τοὺς ὑπὲρ τῆς ἀπάτης ἀγῶνας ἑαυτὸν ἐπιρ ρώσας, ἀναγκαίως καὶ νῦν δι' ἡμῶν ὁ τῆς ἀληθείας λόγος πρὸς τὴν τοῦ ψεύδους ἀνατροπὴν ἀντεγείρεται, τῷ νικοποιῷ τε καὶ ἀγωνοθέτῃ τῆς νίκης ἀναθεὶς τὰς ἐλπίδας καὶ ἅμα τῇ κακοτεχνίᾳ τῶν τοῦ ἐναντίου παλαισμάτων ἐνδυναμού 3.1.2 μενος. ὁμολογοῦμεν γὰρ ἀνεπαισχύντως ἡμεῖς μήτε τινὰ λόγον διὰ ῥητορικῆς τεθηγμένον ἐπὶ τοὺς ἀγῶνας παρε σκευάσθαι μήτε δεινότητα διαλεκτικῆς ἀγχινοίας εἰς συμ μαχίαν κατὰ τῶν ἀντιτεταγμένων προβάλλεσθαι, ἣ καὶ τὴν ἀλήθειαν πολλάκις εἰς ὑπόνοιαν ψεύδους ἐπὶ τῶν ἀπείρων ἀντιμεθίστησιν. ἀλλὰ μία δύναμις τοῦ ἐν ἡμῖν λόγου κατὰ τοῦ ψεύδους ἐστὶ πρῶτον μὲν αὐτὸς ὁ ἀληθινὸς λόγος, ἰσχὺς τοῦ ἡμετέρου λόγου γινόμενος, ἔπειτα δὲ καὶ ἡ τῶν ἀντι τεταγμένων σαθρότης, αὐτὴ δι' ἑαυτῆς ἀνατρεπομένη καὶ 3.1.3 καταπίπτουσα. ὡς δ' ἂν μάλιστα γένοιτο πᾶσι δῆλον ὅτι αὐτὸς τοῦ Εὐνομίου ὁ πόνος τῆς ἰδίας ἀνατροπῆς ὕλη τοῖς προσπαλαίουσι γίνεται, αὐτὸ προθήσω τοῖς ἐντυγχάνουσι τοῦ λόγου τὸ εἴδωλον (οὕτω γὰρ οἶμαι χρῆναι τὸν ἔξω τῆς ἀληθείας ὀνομάζεσθαι λόγον)· βραβευταὶ δὲ δίκαιοι τῆς νομίμου τῶν λόγων ἀθλήσεως γένοισθε πάντες οἱ τοῖς πό νοις ἡμῶν ἐντυγχάνοντες καὶ θεωροῦντες τὴν γινομένην νῦν τοῦ ἡμετέρου λόγου πρὸς τὸν ἀντίπαλον συμπλοκήν, ὡς ἂν διὰ τῆς δικαίας ὑμῶν ἐπικρίσεως ἀνακηρυχθείη παντὶ τῷ τῆς ἐκκλησίας θεάτρῳ τῆς εὐσεβείας ὁ λόγος, ἀνανταγώ νιστον λαβὼν παρὰ πᾶσι κατὰ τῆς ἀσεβείας τὸ κράτος, διὰ τριῶν τῶν τοῦ ἐχθροῦ πτωμάτων τῷ ἀειθαλεῖ στεφάνῳ τῶν σῳζομένων καλλωπιζόμενος. 3.1.4 Αὕτη τοίνυν ἡ λέξις ἐν προοιμίοις κατὰ τῆς ἀληθείας τοῦ τρίτου προβέβληται λόγου, ἣ τοῦτον ἔχει τὸν τρόπον. 20φυσικήν20, φησί, 20διασῴζοντες τάξιν καὶ τοῖς ἄνω θεν ἐγνωσμένοις ἐμμένοντες γεννητὸν ὄντα τὸν υἱὸν καὶ γέννημα λέγειν οὐ παραιτού μεθα, τῆς γεννηθείσης οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν20. τούτῳ μοι δι' ἐπιμελείας ὁ ἀκροατὴς ἐπισχέτω τὸν νοῦν, ὅτι καὶ γεννητὸν καὶ υἱὸν ὀνομάζων τὸν μονογενῆ θεὸν εἰς 20τὴν φυσικὴν τάξιν20 ἀναφέρει τὴν τῶν ὀνομάτων τούτων αἰτίαν καὶ τὴν ἄνωθεν γνῶσιν ἐπὶ τῇ τοιαύτῃ διανοίᾳ μαρτύρεται· ὡς εἴ τι διὰ τῶν ἐφεξῆς εὑρεθείη τοῖς προεκτεθεῖσιν ἐναντιούμενος, φα νερὸν γενέσθαι πᾶσιν ὅτι δι' ἑαυτοῦ ἀνατρέπεται, πρὸ τῶν 3.1.5 ἡμετέρων λόγων διὰ τῶν ἰδίων ἀπελεγχόμενος. οὑτωσὶ δὲ διὰ τῶν παρ' αὐτοῦ ῥηθέντων τὸν λόγον κατανοήσωμεν. ὁμολογεῖ μηδαμῶς ἂν τὸ τοῦ υἱοῦ ὄνομα κυρίως ἐφαρμο σθῆναι τῷ μονογενεῖ θεῷ, μὴ 20τῆς φυσικῆς20, καθώς φησι, 20τάξεως20 βεβαιούσης τῷ γεννηθέντι τὴν κλῆσιν. οὐκοῦν εἴ τις ἀφέλοι φυσικὴν τάξιν ἐπὶ τῆς τοῦ υἱοῦ προσηγορίας, μάτην αὐτῷ ἐπιθρυλήσει τὸ ὄνομα, τῆς κυρίας καὶ κατὰ φύσιν διεζευγμένον ἐμφάσεως. ἀλλὰ καὶ τὸ 20τοῖς ἄνω θεν ἐγνωσμένοις ἐμμένοντα20 ταῦτα διαβεβαιοῦσθαι λέγειν πολὺ μᾶλλον κρατύνει τὴν εὐσεβῆ περὶ τῆς τοῦ υἱοῦ προσηγορίας διάνοιαν, ὡς τῆς θεοπνεύστου τῶν γραφῶν δι δασκαλίας τῆς ἄνωθεν γεγενημένης ἡμῖν τὸν περὶ τούτων 3.1.6 βεβαιούσης λόγον. εἰ ταῦτα τοίνυν τοῦτον