1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

163

«τοῦ Καρμήλου καὶ τοῦ Σαρών, αὐτοὶ ὄψονται τὴν δόξαν κυρίου». δι' ὧν αἰνίττεσθαι ἡγοῦμαι τὴν προφητείαν οὐ τὴν Ἱερουσαλὴμ οὐδὲ τὴν Ἰουδαίαν ἀλλὰ τῶν ἐθνῶν τὴν χώραν καταξιωθήσεσθαι τῆς ἐνθέου γνώσεως· ὁ γοῦν Κάρμηλος καὶ ὁ καλούμενος Σαρὼν τόποι τῶν ἀλλοφύλων ὑπῆρχον ἐθνῶν. 6.21.7 ταῦτα μὲν οὖν πρὸς λέξιν· καὶ κατὰ διάνοιαν δὲ εἰσέτι σήμερον οἱ πρὶν τὰς ψυχὰς πεπηρωμένοι, ὡς ξύλα καὶ λίθους καὶ τὴν λοιπὴν ἄψυχον ὕλην δαίμονάς τε περιγείους καὶ πνεύματα πονηρὰ ἀντὶ τοῦ θεοῦ τῶν ὅλων προσκυνεῖν, οἵ τε τὰ ὦτα τῆς διανοίας κεκωφωμένοι καὶ σκάζοντες καὶ παρειμένοι τὸν πάντα ἑαυτῶν βίον τούτων ἁπάντων καὶ τῶν ἄλλων παθῶν τε καὶ ἀρρωστημάτων διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας εἰσέτι καὶ νῦν ἀπαλλάττονται, πολὺ κρείττονος ἢ κατὰ σῶμα ἰάσεως καὶ ὠφελείας ἀξιούμενοι, καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου παρουσίας ἐναργῆ τὴν θείαν καὶ ὑπὲρ ἄνθρωπον δύναμιν ἐπιδεικνύμενοι. 6.22.1 Ἀπὸ τοῦ αὐτοῦ. «Ἄκουέ μου, Ἰακώβ, καὶ Ἰσραὴλ ὃν ἐγωκαλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν», καὶ ἐπιφέρει λέγων· «καὶ νῦν κύριος κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ». Ἔχεις κἀνταῦθα κύριον τὸν ἀποστελλόμενον καὶ τὸν ἀποστέλλοντα, δηλαδὴ τὸν πατέρα καὶ θεὸν τῶν ὅλων, συνήθως δὶς κύριον ὀνομαζόμενον. Ἀπὸ τοῦ αὐτοῦ. «Οὕτως λέγει κύριος, ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν, διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων, μὴ οὐχὶ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι;» 6.23.2 εἶτ' ἐπὶ τῆς αὐτῆς προφητείας ὑποβάς· «ἐγὼ δέ», φησίν, «οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω. τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων». 6.23.3 Αὐτὸς ὁ κύριος διὰ τούτων τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν σαφῶς ὁμολογῶν ἀπελέγχει τὸν Ἰουδαίων λαόν, ὅτι μὴ ἐλθόντα αὐτὸν καταδέξονται, μηδὲ καλοῦντι ὑπακούσονται. καὶ τοῦθ', ὥσπερ ἀπολογούμενος, αἴτιον τῆς αὐτῶν ἐκείνων ἀποβολῆς γεγονέναι διδάσκει· ἐπεὶ γὰρ «ἦλθον», φησίν, «καὶ οὐκ ἦν» ἐν ὑμῖν «ἄνθρωπος, ἐκάλεσά τε καὶ οὐδεὶς ἦν ὁ ὑπακούων», διὰ τοῦτο, φησίν, «ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε», ἅτε αὐτοὶ ἀφ' ἑαυτῶν ἀποστάται τῆς ἐμῆς κλήσεως καταστάντες, ἀλλ' οὐκ ἐμοῦ «βιβλίον» ὑμῖν «ἀποστασίου» δεδωκότος. 6.23.4 σαφῶς δὲ ταῦτα πρὸς τὸν ἐκ περιτομῆς λαὸν ἀποτείνεται. ὁμοῦ δὲ τὰ περὶ τὸ πάθος τετολμημένα αὐτοῖς δηλοῖ λέγων· «τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα», καὶ τὰ τούτοις ἑξῆς. καὶ ταῦτα ἐπὶ σχολῆς τῆς προσηκούσης τεύξεται ἑρμηνείας. 6.24.1 Ἀπὸ τοῦ αὐτοῦ. «Τάδε λέγει κύριος, δι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων, Σιὼν βασιλεύσει σου ὁ θεός. φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιών. ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλήμ, ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐρρύσατο Ἱερουσαλήμ. καὶ ἀποκαλύψει τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν.» 6.24.2 Τούτοις ἑξῆς ἐπισυνῆπται ὑφ' ἕνα καὶ τὸν αὐτὸν εἱρμὸν ἡ περὶ τοῦ πάθους τοῦ Χριστοῦ προφητεία, ἣν καὶ ἐπὶ σχολῆς ἐκθήσομαι. εἷς δὲ ὢν καὶ ὁ αὐτὸς κύριος ὁ φήσας ἐν τῇ πρὸ ταύτης περικοπῇ πρὸς τὸν Ἰουδαίων λαόν «ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν,