163
ἔχει τὸν τρόπον καὶ οὗτός ἐστιν ὅρος τῆς ἀληθείας ἀπαραλόγιστος, τὸ τὰ δύο ταῦτα συνδραμεῖν πρὸς ἄλληλα, τήν τε φυσικήν, κα θώς φησι, τάξιν καὶ τὴν τῆς ἄνωθεν γνώσεως μαρτυρίαν, βεβαιοῦσαν τὴν κρίσιν τῆς φύσεως, δῆλον ὅτι τὸ παρὰ ταῦτά τι λέγειν οὐδέν ἐστιν ἕτερον ἢ πρὸς τὴν ἀλήθειαν αὐτὴν ἐκ τοῦ φανεροῦ διαμάχεσθαι. οὗτος τοίνυν ὁ τὴν φύσιν διδάσκαλον τοῦ ὀνόματος τούτου ποιούμενος καὶ τοῖς ἄνωθεν ἡμῖν διὰ τῆς τῶν ἁγίων διδασκαλίας ἐγνω σμένοις ἐμμένειν λέγων οἷα διεξέρχεται μικρὸν ὑποβὰς μετὰ τὰ εἰρημένα πάλιν ἀκούσωμεν. 3.1.7 Τέως γὰρ τὸ συνεχὲς ὑπερβήσομαι τῶν κατὰ τὸ ἀκό λουθον τούτοις ἐν τῷ λόγῳ συντεταγμένων, ὡς ἂν μὴ δια λάθοι τῶν γεγραμμένων ἡ ἐναντίωσις, τῇ ἀναγνώσει τῶν διὰ μέσου παρεγκειμένων συσκιασθεῖσα. 20ὁ αὐτός20, φησίν, 20ἁρ μόσει λόγος καὶ περὶ τοῦ ποιήματος καὶ κτί σματος, τῆς τε φυσικῆς κρίσεως καὶ τῆς πρὸς ἄλληλα σχέσεως τῶν πραγμάτων, ἔτι δὲ τῆς τῶν ἁγίων χρήσεως ἀκώλυτον ἡμῖν παρεχούσης τοῦ τύπου τὴν ἐξουσίαν· διόπερ οὐκ ἂν ἁμάρτοι τις συναρμόζων τῷ τε ποιήσαντι τὸ ποίημα καὶ τῷ 3.1.8 κτίσαντι τὸ κτίσμα20. περὶ τίνος λέγει 20κτίσματος20 καὶ 20ποιήματος20 ὡς φυσικὴν ἔχοντος τὴν ἐν τῷ ὀνόματι σχέσιν πρὸς τὸν πεποιηκότα καὶ κτίσαντα; εἰ μὲν περὶ τῶν ἐν τῇ κτίσει θεωρουμένων ὁρατῶν τε καὶ ἀοράτων, καθὼς ὁ Παῦλος διέξεισιν, ἐν αὐτῷ λέγων ἐκτίσθαι τὰ πάντα, ὁρατὰ καὶ ἀόρατα, ὥστε τὴν σχετικὴν ταύτην τῶν ὀνομάτων συζυγίαν κυρίως πρὸς ἑαυτὴν ἁρμοσθῆναι, συν ταχθέντος τῷ ποιήσαντι μὲν τοῦ ποιήματος, τῷ κτίσαντι δὲ τοῦ κτίσματος, εἰ ταῦτα λέγει, καὶ ἡμεῖς συντιθέμεθα· τῷ ὄντι γάρ, ἐπειδὴ ποιητὴς ἀγγέλων ὁ κύριος, 20ποίημα20 πάντως ἐστὶ τοῦ πεποιηκότος ὁ ἄγγελος, καὶ ἐπειδὴ τοῦ κόσμου κτίστης ὁ κύριος, 20κτίσμα20 δηλονότι τοῦ κτίσαντος αὐτός τε ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ πάντα κατονομάζεται. 3.1.9 εἰ μὲν οὖν πρὸς ταῦτα βλέπων διακρίνει τὴν τῆς φύσεως τάξιν, ἐπὶ τῆς ὀνοματικῆς σημασίας τῆς πρὸς ἄλληλα σχέ σεως τῶν πρός τι λεγομένων ὀνομάτων τεχνολογῶν τὴν οἰκείωσιν, περιττὸν μὲν καὶ οὕτως ἦν, μηδενὸς ἀγνοοῦντος ταῦτα, γραμματικῆς μικρολογίας ἡμῖν ποιεῖσθαί τινα τεχνο 3.1.10 λογίαν, τῶν δογμάτων ἀφέμενον. εἰ δὲ τῷ μονογενεῖ θεῷ τὰς τοιαύτας ἐφαρμόζει φωνάς, ὥστε 20ποίημά20 τε 20τοῦ ποιήσαντος20 καὶ 20κτίσμα20 αὐτὸν εἶναι λέγειν 20τοῦ κτί σαντος20, καὶ εἰς ἁγίων χρῆσιν ἀναπέμπειν τῆς ὀνοματο ποιΐας ταύτης τὴν ἐξουσίαν, τοῦτο πρῶτον ἐπιδειξάτω τῷ λόγῳ, τίνας ἁγίους εἶναί φησιν οἳ 20ποίημα20 καὶ 20κτίσμα20 τὸν τοῦ παντὸς ποιητὴν ἀπεφήναντο, οἷς ἀκολουθῶν τῆς φωνῆς ταύτης καταθρασύνεται. 3.1.11 Ἁγίους ἡ ἐκκλησία τοὺς τῷ ἁγίῳ πνεύματι θεοφορου μένους ἐπίσταται πατριάρχας νομοθέτας προφήτας εὐαγγε λιστὰς ἀποστόλους. εἴ τις ἐν τούτοις ἐστὶ διὰ τῶν θεο πνεύστων ἑαυτοῦ λόγων κτιστὸν εἶναι καὶ ποίημα δογματί ζων τὸν ἐπὶ πάντων θεόν, τὸν φέροντα τὰ σύμπαντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ καὶ περιδεδραγμένον πάντων τῶν ὄντων καὶ δι' ἑαυτοῦ μόνῳ τῷ θελήματι τὸ πᾶν οὐσιώ σαντα, συγγνωστὸς ἔσται 20τῇ χρήσει τῶν ἁγίων20, καθ 3.1.12 ώς φησι, πρὸς τὴν τοιαύτην δογματοποιΐαν ἑπόμενος. εἰ δὲ πᾶσι πρόκειται τῶν θείων γραφῶν κατ' ἐξουσίαν ἡ γνῶσις καὶ οὐδὲν ἀπόρρητον οὐδὲ ἀπόκρυφον οὐδενὶ τῶν βουλομένων τῆς θείας διδασκαλίας μετέχειν, πῶς ἐπιχειρεῖ τοὺς ἀκούντας παρακρούεσθαι διὰ τῆς κατὰ τῶν γραφῶν συκοφαντίας, εἰς ἁγίων χρῆσιν τὴν τοῦ 20κτίσματος20 φω νὴν ἐπὶ τοῦ μονογενοῦς ἀναπέμπων; τὸ μὲν γὰρ δι' αὐτοῦ γεγονέναι τὰ πάντα πάσης μικροῦ δεῖν ἔστι τῆς ἁγίας ἀκοῦσαι φωνῆς ἀπὸ Μωϋσέως καὶ τῶν καθεξῆς προφητῶν τε καὶ ἀποστόλων, ὧν μακρὸν ἂν εἴη τὰ καθ' ἕκαστον νυνὶ 3.1.13 παρατίθεσθαι. ἀρκεῖ δὲ μετὰ τῶν ἄλλων καὶ πρὸ τῶν ἄλλων ὁ ὑψηλὸς Ἰωάννης ἐν προοιμίοις τῆς τοῦ μονογενοῦς θεολογίας τοῦτο βοήσας, ὅτι οὐδὲν τῶν γεγονότων ἐστὶν ὃ μὴ δι' ἐκείνου ἐγένετο, ὅπερ ἄμαχός τε καὶ ἀναμφίβολός ἐστιν ἀπόδειξις τοῦ κύριον αὐτὸν εἶναι τῆς κτίσεως, οὐχὶ τῷ καταλόγῳ τῶν κτιστῶν ἐναρίθμιον. εἰ γὰρ πάντα τὰ γεγονότα δι' οὐδενὸς ἄλλου ἢ διὰ τούτου ἔστι καὶ οὐδὲν