164
διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων», διὰ τῶν ἐν χερσὶ πρὸς τοὺς αὐτούς φησιν· «δι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν». 6.24.3 εἶθ', ὡς ἔχων ἕτερον παρ' αὐτοὺς λαόν, ἐπιφέρει· «διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου», διδάσκει τε ὅτι μὴ ἕτερος ἀλλ' αὐτὸς ὁ ἐν τοῖς προφήταις λαλήσας κύριος ἐπιδημήσει ποτὲ τῷ βίῳ, λέγων· «ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι». τὸ δὲ «ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων, Σιών, βασιλεύσει σου ὁ θεός», σαφέστερον οἱ λοιποὶ ἐκδεδώκασιν ἑρμηνευταί, 6.24.4 ὁ μὲν Ἀκύλας εἰπών· «τί ὡραιώθησαν ἐπὶ τὰ ὄρη πόδες εὐαγγελιζομένου, ἀκουτίζοντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθόν, ἀκουτίζοντος σωτηρίαν, λέγοντος τῇ Σιών, ἐβασίλευσεν ὁ θεός σου», καὶ ὁ Σύμμαχος φήσας· «τί εὐπρεπεῖς ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου, ἀκουστὴν ποιοῦντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθά, ἀκουστὴν ποιοῦντος σωτηρίαν, λέγοντος τῇ Σιών, ἐβασίλευσεν ὁ θεός σου»· ἀντὶ δὲ τοῦ «φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται», ὁ μὲν Σύμμαχος οὕτως ἡρμήνευσεν· «φωνὴ τῶν σκοπῶν σου ἐπῆραν φωνήν, ἐπὶ τὸ αὐτὸ αἰνέσουσιν· ὀφθαλμοφανῶς γὰρ ὄψονται». 6.24.5 λέγοιντο δ' ἂν ἐν τούτοις «σκοποὶ» οἱ ἱεροὶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, οἳ καὶ «ὀφθαλμοφανῶς» ἰδόντες τὸν προφητευόμενον ὕψωσαν αὐτῶν τὴν φωνὴν εἰς πᾶσαν τὴν οἰκουμένην κηρύξαντες. Σιὼν δὲ καὶ Ἱερουσαλὴμ τὴν ἐν τοῖς τόποις εὐαγγελιζομένην οἶδεν ἐπουρανίους ὁ ἀπόστολος δι' ὧν φησιν· «ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν», 6.24.6 καὶ «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει». λέγοιτο δ' ἂν Σιὼν καὶ ἡ εἰς πάντα τὸν ἐπὶ γῆς τόπον διὰ Χριστοῦ συστᾶσα ἐκκλησία, ὡς καὶ Ἱερουσαλὴμ πᾶν τὸ θεοσεβὲς πολίτευμα, ὃ καὶ παρὰ μόνοις Ἰουδαίοις τοῖς πάλαι τὸ πρὶν συνεστώς, εἰς ἐρημίαν διὰ τὰς δυσσεβείας αὐτῶν περιτέτραπται, εἶτ' αὖ πάλιν τῆς ἐπὶ τὸ κρεῖττον ἀνανεώσεως ἔτυχεν διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. 6.24.7 διό φησιν ἡ προφητεία· «ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλήμ, ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐρρύσατο Ἱερουσαλήμ». οὐκ ἂν δὲ ἁμάρτοις τὴν παντὸς ἁγίου καὶ θεοφιλοῦς ψυχήν, καθὸ μὲν ἐπῆρται τῷ βίῳ, «τὸ πολίτευμα» ἔχουσα «ἐν οὐρανοῖς», σκοποῦσα τὰ ὑπερκόσμια, Σιὼν ὀνομάζων ἑρμηνεύεται γὰρ «σκοπευτήριον», καθὸ δὲ ἐν εὐσταθείᾳ καὶ γαλήνῃ παθῶν καθέστηκεν, Ἱερουσαλὴμ αὐτὴν ἀποκαλῶν «ὅρασιν» γὰρ «εἰρήνης» μεταληφθὲν τοὔνομα σημαίνει. 6.24.8 τούτοις ἀκολούθως ἡ τῶν ἐθνῶν ἐπὶ τὴν εὐσέβειαν τοῦ θεοῦ κλῆσις ἐναργέστατα δηλοῦται διὰ τοῦ «καὶ ἀποκαλύψει κύριος ὁ θεὸς τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν». βραχίονα δὲ τοῦ θεοῦ μὴ ἄλλον εἶναι τοῦ λόγου καὶ τῆς σοφίας καὶ αὐτοῦ τοῦ κυρίου, ὅς ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ, νόμιζε. 6.24.9 τοῦτο γοῦν ἐκ πολλῶν παραστῆσαι ῥᾴδιον. ἔχεις δὲ καὶ ἐν Ἐξόδῳ τὸν Ἰσραὴλ «βραχίονι» θεοῦ ῥυσθέντα τῆς ὑπ' Αἰγυπτίοις δουλείας. αὐτὸν δὴ ἐκεῖνον τὸν βραχίονα τοῦ θεοῦ, τὸν ἀναφανέντα σωτῆρα τοῦ πάλαι λαοῦ, πᾶσι τοῖς ἔθνεσιν ἀποκαλυφθήσεσθαι, ὡς ἂν τὸ πρὶν ἐπικεκρυμμένον, ἡ παροῦσα σημαίνει προφητεία. «τὴν» δὲ «σωτηρίαν», ἥν φησιν ὄψεσθαι «πάντα τὰ ἄκρα τῆς γῆς», καὶ ἣν ἀνώτερον ἐδήλου λέγων «ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου», ἴσθι τῇ Ἑβραίων φωνῇ τῷ τοῦ Ἰησοῦ ὀνόματι προσαγορεύεσθαι. 6.25.1 Ἀπὸ τοῦ αὐτοῦ. «Ἰδοὺ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ», καὶ ἑξῆς· «εἶπεν κύριος, κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν· ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου. καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν