166
διεξιοῦσαν προσώπου. ἐπίσταται δὲ πάντως ὁ φιλομαθὴς τὰ ἐν τῷ τόπῳ λεγόμενα, ὅπου κατασκηνοῖ μὲν βουλὴν ἡ σοφία, ἐπικαλεῖται δὲ γνῶσιν καὶ ἔννοιαν, κτῆμα δὲ ἔχειν φησὶν ἰσχύν τε καὶ φρόνησιν, αὐτὴ δὲ ὀνομάζεσθαι σύνεσις, ἐν ὁδοῖς δὲ περιπατεῖν δικαιοσύνης καὶ ἀνὰ μέσον ὁδῶν δικαιώματος ἀναστρέφεσθαι, φησὶ δὲ δι' ἑαυτῆς βασιλεύειν τοὺς βασιλεύοντας καὶ δικαιοσύνην γράφειν τοὺς δυναστεύ 3.1.29 οντας καὶ τῆς ἑαυτῶν κατακρατεῖν γῆς τοὺς τυράννους. ὅτι γὰρ οὐδὲν τῶν εἰρημένων ὁ λελογισμένος ἀνεξετάστως ἐκ τῆς ἑτοίμου διανοίας προσδέχεται, παντὶ δῆλόν ἐστιν. εἰ γὰρ οἱ βασιλεῖς δι' ἐκείνης ἐπὶ τὴν δυναστείαν προάγονται καὶ παρ' αὐτῆς ἡ τυραννὶς τὴν ἰσχὺν ἔχει, ἀνάγκη πᾶσα τυραννοποιὸν ἡμῖν τὴν σοφίαν ἀναφανῆναι καὶ τῶν πονηρῶς ἐν βασιλείᾳ δυναστευόντων εἰς ἑαυτὴν μετατιθέναι τὰς 3.1.30 μέμψεις. ἀλλ' οἴδαμεν βασιλέας τοὺς ὑπὸ τῆς σοφίας ὄν τως εἰς τὴν ἀτελεύτητον προϊόντας ἀρχήν, τοὺς πτωχοὺς τῷ πνεύματι, ὧν κτῆμα ἡ τῶν οὐρανῶν ἐστι βασιλεία, καθ ὼς ὁ κύριος, ὅς ἐστιν ἡ σοφία, διὰ τοῦ εὐαγγελίου κατ επαγγέλλεται· τοιούτους καὶ τοὺς δυνάστας ἐπιγινώσκομεν τοὺς κατὰ τῶν παθῶν δυναστεύοντας, τοὺς μὴ δουλουμένους τῇ δυναστείᾳ τῆς ἁμαρτίας, οἳ καθάπερ δέλτῳ τινὶ τῷ 3.1.31 ἰδίῳ βίῳ τὴν δικαιοσύνην ἐγγράφουσιν. οὕτως καὶ ἡ ἐπαι νετὴ τυραννὶς τῇ συμμαχίᾳ τῆς σοφίας τὴν τῶν παθῶν δημοκρατίαν εἰς τὴν τοῦ νοῦ μοναρχίαν μετασκευάσασα δουλαγωγεῖ τὰ κακῶς εἰς ἐλευθερίαν ἀφηνιάζοντα, πάντα τὰ σωματικά τε καὶ γήϊνα λέγω φρονήματα. Ἡ γὰρ σὰρξ ἐπιθυ μεῖ κατὰ τοῦ πνεύματος, καὶ τῇ ἀρχῇ τῆς ψυχῆς ἐπανίσταται. ταύτης οὖν κρατεῖ τῆς γῆς ὁ τοιοῦτος τύραννος, ἧς ἄρχων ἐτάχθη κατὰ τὴν πρώτην κτίσιν ὑπὸ τοῦ λόγου. 3.1.32 Ὡς τοίνυν ταῦτα παρὰ πάντων ὁμολογεῖται τῶν εὖ φρονούντων μετὰ τοιαύτης διανοίας ἀναγινώσκεσθαι μᾶλλον ἢ μετὰ τῆς τοῖς ῥητοῖς ἐπιφαινομένης κατὰ τὸ πρόχειρον, οὕτως εἰκός ἐστι ἐκ τοῦ ἀκολούθου προσεχῶς τούτοις τὴν φωνὴν ἐκείνην συγγεγραμμένην μὴ ἁπλῶς τε καὶ ἀνεξετάστως παρὰ τῶν εὖ φρονούντων παραδεχθῆναι. 3.1.33 Ἐὰν ἀναγγείλω ὑμῖν, φησί, τὰ καθ' ἡμέραν γινόμενα, μνη μονεύσω τὰ ἐξ αἰῶνος ἀπαριθμήσασθαι· κύριος ἔκτισέ με. τί μοι πρὸς ταύτην ἐρεῖ τὴν φωνὴν ὁ τῆς λέξεως δοῦλος, ὁ τῷ ἤχῳ τῶν συλλαβῶν Ἰουδαϊκῶς προσκαθήμενος; ἆρ' οὐ δοκεῖ ξενισμὸν ἐμποιεῖν τῇ ἀκοῇ τῶν ἐπιστατικωτέρων ἡ σύνταξις· Ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, κύριος ἔκτισέ με; ὡς ἐὰν μὴ ἀναγγείλῃ τὰ καθ' ἡμέραν γινόμενα, κατὰ τὸ ἀκόλουθον καὶ τὸ ἐκτίσθαι πάντως ἀρ 3.1.34 νήσεται. ὁ γὰρ εἰπὼν ὅτι ἐὰν ἀναγγείλω, ἐκτίσθην, δέδωκε νοεῖν κατὰ τὸ σιωπώμενον ὅτι οὐκ ἐκτίσθην, ἐὰν μὴ ἀναγ γείλω. Κύριος ἔκτισέ με, φησίν, ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρα σθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. τίς ἡ καινὴ τῆς κατασκευῆς τοῦ κτίσματος τούτου τάξις; πρῶτον κτί ζεται, καὶ μετὰ τοῦτο θεμελιοῦται, καὶ τότε γεννᾶται. Κύριος ἐποίησε, φησί, χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκού 3.1.35 μενα τῆς ὑπ' οὐρανόν. ποῖον κύριον λέγει ποιητὴν χώρας ἀοικήτου καὶ οἰκουμένης; πάντως ὅτι τὸν καὶ τὴν σοφίαν ποιήσαντα· ἐκ γὰρ τοῦ αὐτοῦ προσώπου καὶ οὗτος κἀκεῖνος ὁ λόγος, ὅ τε τὸ ἔκτισέ με κύριος λέγων καὶ ὁ προστιθεὶς τὸ ἐποίησε κύριος χώρας καὶ ἀοικήτους. οὐκοῦν ἐπίσης τῶν δύο δημιουργὸς ἔσται ὁ κύριος, αὐτῆς τε τῆς 3.1.36 σοφίας καὶ τῆς οἰκουμένης τε καὶ ἀοικήτου χώρας. ποῦ τοίνυν τὸ Πάντα διὰ τοῦ υἱοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; εἰ γὰρ ὁ αὐτὸς κύριος καὶ τὴν σοφίαν κτίζει, ἣν ἀντὶ τοῦ υἱοῦ νοεῖν συμβουλεύουσι, καὶ τὰ καθ' ἕκαστον ὅσα ἡ κτίσις ἔχει, πῶς ἀληθεύει ὁ ὑψηλὸς Ἰωάννης πάντα λέγων δι' αὐτοῦ γεγενῆσθαι; ἀντιφθέγγεται γὰρ ἡ γραφὴ αὕτη πρὸς τὴν τοῦ εὐαγγελίου φωνὴν, τῷ τὴν σοφίαν κτίσαντι τῆς ἀοικήτου τε καὶ οἰκουμένης χώρας ἀνατιθεῖσα τὴν ποίησιν. 3.1.37 Οὕτω δὲ καὶ τὰ ἐφεξῆς πάντα· θρόνον θεοῦ τινα δι εξέρχεται ἐπ'