167
δορυφοροῦντα ἢ τάχα ἴσως ἀγγέλων καὶ θείων δυνάμεων χοροί, ἢ καὶ προφητῶν καὶ ἀποστόλων; ἑρμηνεύεται γὰρ τὰ Σεραφὶμ «ἀρχὴ στόματος αὐτῶν». 7.1.10 τοιοῦτοι δὲ οἱ προφῆται καὶ ἀπόστολοι, ὧν διὰ τοῦ στόματος ἡ ἀπαρχὴ γέγονεν τοῦ σωτηρίου κηρύγματος, δι' ὃ ταύτης ἔτυχον τῆς προσηγορίας· ὧν καὶ τοῦ ἁγίου πνεύματος αἱ δυνάμεις, «πτέρυγες» ὠνομασμέναι, τὰ μὲν πρῶτα καὶ τὰ ὕστατα τῆς τοῦ θεοῦ λόγου γνώσεως ἐπικρύπτουσιν, ὡς ἄρρητα καὶ ἀκατάληπτα ὄντα τὴν φύσιν, τὰ δὲ μέσα τῆς περὶ αὐτοῦ οἰκονομίας ἐκφαίνουσιν, ὅτι δὴ μόνα γνωστὰ ταῦτα ἀνθρώπων φύσει, τῶν ἐπέκεινα καὶ τῶν μετὰ ταῦτα ἐν ἀπορρήτοις σεσιγημένων. 7.1.11 καὶ δυνάμεις δὲ θεῖαι καὶ οὐράνιοι εἶεν ἂν διὰ τῶν Σεραφὶμ δηλούμεναι, καθὸ ἑτέρως τὰ Σεραφὶμ ἑρμηνεύεται «ἐμπρησμοί», δι' ὃ εἴρηται· «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα». 7.1.12 κεκράγασιν δὲ οὗτοι καὶ βοῶσιν ἕτερος τῷ ἑτέρῳ κατὰ τὴν οἰκείαν δύναμιν, τὴν ἁγιότητα τοῦ θεολογουμένου παριστῶντες καί, τό γε πάντων παραδοξότατον, θεολογοῦντες ὅτι δὴ μὴ μόνον οὐρανὸς καὶ τὰ ἐν οὐρανῷ πάντα πλήρη τυγχάνει τῆς δοξολογίας αὐτοῦ, ἀλλὰ καὶ «πᾶσα ἡ γῆ» τῆς αὐτῆς μετέσχεν δυνάμεως διὰ τὴν ἐξ οὐρανῶν εἰς ἀνθρώπους αὐτοῦ θεσπιζομένην κάθοδον, ἣν προϊὼν ἑξῆς ὁ λόγος προφητεύει, τὴν ἐκ παρθένου γένεσιν καὶ τὴν διὰ ταύτης εἰς πᾶσαν τὴν γῆν ἐφαπλωθεῖσαν δοξολογίαν αὐτοῦ κηρύττων. 7.1.13 «Κύριος» δὲ «Σαβαὼθ» ἑρμηνεύεται «κύριος τῶν δυνάμεων». αὐτὸς δ' ἂν εἴη ὁ «ἀρχιστράτηγος δυνάμεως κυρίου», ὃν καὶ ἐν ˉκ καὶ ˉγ ψαλμῷ «κύριον Σαβαὼθ» αἱ θεῖαι πάλιν ἀποκαλοῦσι δυνάμεις, τὴν ἀπὸ γῆς εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ θεσπίζουσαι δι' ὧν φασιν· «ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης»· τὸ γοῦν Ἑβραϊκὸν πάλιν ἐνταῦθα «κύριον Σαβαὼθ» αὐτὸν καλεῖ. 7.1.14 καὶ ἐπειδήπερ αὐτός ἐστιν «ὁ βασιλεὺς τῆς δόξης», διά τε τὴν ἐπιδημίαν αὐτοῦ ἔμελλεν πᾶσα ἡ γῆ πληροῦσθαι τῆς δόξης αὐτοῦ, εἰκότως τὸ μέλλον ἔσεσθαι ἔν τε τῷ προφήτῃ λέλεκται καὶ ἐν τῷ ψαλμῷ, ἐν μὲν τῷ προφήτῃ διὰ τοῦ «πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ», ἐν δὲ τῷ ψαλμῷ διὰ τῆς ἀρχῆς φασκούσης· «τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ». 7.1.15 Τούτων τεθεσπισμένων ἑξῆς ὑποβὰς ὁ προφήτης μαρτύρεται, ὅτι δὴ εἰ καὶ «πλήρης» ἔσται «πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ», ἀλλά γε τὸ Ἰουδαίων ἔθνος οὐ προσήσεται αὐτόν. διό φησιν· καὶ εἶπεν κύριος αὐτὸς δηλαδὴ ὁ τεθεωρημένος «κύριος Σαβαώθ», «τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδού εἰμι ἐγώ· ἀπόστειλόν με. καὶ εἶπεν, πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῖς ὠσὶν αὐτῶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς». 7.1.16 δι' ὧν ἄντικρυς θεσπίζει τὴν ἐσομένην εἰς αὐτὸν ἀντιλογίαν τοῦ Ἰουδαίων λαοῦ, καὶ ὡς ὄψονται μὲν αὐτόν, οὐ μὴν προσέξουσιν τίς εἴη, λέγοντός τε ἐν αὐτοῖς καὶ διδάσκοντος ἀκούσονται, οὐ μὴν καὶ συνήσουσιν, οὔθ' ὅστις ὢν αὐτοῖς διαλέξοιτο, οὔθ' ἅπερ αὐτοῖς τῆς καινῆς διδασκαλίας παραδώσει μαθήματα. 7.1.17 μαρτυρεῖ δὲ τοῖς τῶν λόγων ἀποτελέσμασιν ὁ εὐαγγελιστὴς Ἰωάννης, περὶ τοῦ σωτῆρος ἡμῶν λέγων· «τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευσαν εἰς αὐτόν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν, κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἡσαΐας, τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ