167
ἀνέμων ἀφοριζόμενον καὶ ἰσχυρὰ γίνεσθαι τὰ ἄνω νέφη λέγει καὶ ἀσφαλεῖς τὰς ὑπουρανίους πηγὰς καὶ πολλὰ τοιαῦτα περιέχει ἡ σύμφρασις, πολλὴν ἐπιζητοῦντα τὴν διὰ λεπτῆς τινος καὶ διορατικῆς φρενὸς εὑρισκομένην ἐν τοῖς προκειμένοις διάνοιαν. τίς ὁ ἐπ' ἀνέμων ἀφοριζό μενος θρόνος; τίς ἡ ἀσφάλεια τῶν ὑπὸ τὸν οὐρανὸν πηγῶν; 3.1.38 πῶς ἰσχυρὰ γίνεται τὰ ἄνω νέφη; εἰ γάρ τις πρὸς τὰ φαινόμενα κρίνοι τὸν λόγον, πολλὴν εὑρήσει μάχην τῶν πραγμάτων πρὸς τὰ λεγόμενα. τίς γὰρ οὐκ οἶδεν ὅτι τὰ ἄκρα τῆς ὑπ' οὐρανὸν ἢ τῷ λίαν καθομιλεῖν τῇ τοῦ ἡλίου θερμότητι ἢ τῷ καθ' ὑπερβολὴν ἀφεστάναι διὰ τὴν καθ' ἑκάτερον ἀμετρίαν ἐστὶν ἀοίκητα, τὰ μὲν ξηρά τε καὶ διακαῆ πέρα τοῦ μετρίου γινόμενα, τὰ δὲ τῷ ὑγρῷ πλεο νάζοντα καὶ κατεψυγμένα διὰ τῆς πήξεως, οἰκεῖται δὲ μόνα ὅσα τῆς καθ' ἑκάτερον τῶν ἐναντίων ἀκρότητος ἐπί 3.1.39 σης ἀπῴκισται; εἰ δὲ τὸ μέσον τῆς γῆς ὑπὸ τῶν ἀν θρώπων διείληπται, πῶς τὰ ἄκρα τῆς ὑπὸ τὸν οὐρανὸν οἰκεῖσθαι ἡ παροιμία λέγει; τίς γὰρ ἰσχὺς ἐνθεωρηθείη τοῖς νέφεσιν, ὡς ἀληθεύειν τὸν λόγον κατὰ τὴν πρόχειρον ἔννοιαν, ὅς φησιν ἰσχυρὰ γεγενῆσθαι τὰ ἄνω νέφη; μανό τερος γάρ τίς ἐστιν ἀτμὸς ἡ τοῦ νέφους φύσις κατὰ τὸν ἀέρα διαχεόμενος, ὃς ἐποχεῖται μὲν τῷ ἐναερίῳ πνεύματι διὰ πολλὴν λεπτότητα κοῦφος γινόμενος, συρρυεὶς δὲ πρὸς ἑαυτὸν ἐκ τῆς συμπιλήσεως διεκπίπτει τοῦ ἀνέχοντος πνεύ 3.1.40 ματος, σταγὼν βαρεῖα γινόμενος. τίς οὖν ἐστιν ἐν τούτοις ἡ ἰσχύς, ἐν οἷς οὐδεμία τοῖς ἁπτομένοις ἀντίληψις γίνεται; τὸ γὰρ μανὸν τοῦ ἀέρος καὶ εὐδιάχυτον καὶ ἐπὶ τοῦ νέ φους ἔστιν ἰδεῖν. πῶς δὲ πάλιν ἐπὶ τῇ ἀστάτῳ τῶν ἀνέμων φύσει ὁ θεῖος ἀφορίζεται θρόνος; τὸ δὲ πρῶτον κτίζεσθαι καὶ ἐπὶ τέλει λέγειν γεννᾶσθαι καὶ διὰ μέσου τούτων θε μελιοῦσθαι, τίνα λόγον εἴποι τις ἂν ἔχειν ταῖς κοιναῖς τε καὶ προχείροις ἐννοίαις συμβαίνοντα, τό τε πρὸ τούτων ἐπαπορηθὲν ἐν τῷ λόγῳ, πῶς ἡ ἀναγγελία τῶν καθ' ἡμέ ραν γινομένων καὶ ἡ μνήμη τῆς ἐξαριθμήσεως τῶν ἐξ αἰῶνος ὥσπερ αἰτία τις γίνεται τοῦ ἐκτίσθαι παρὰ τοῦ θεοῦ τὴν σοφίαν λέγειν; 3.1.41 Οὐκοῦν ἐπειδὴ δέδεικται φανερῶς διὰ τῶν εἰρημένων μηδὲν ἐν τούτοις τοιοῦτον εἶναι, ὡς ἀνεξετάστως τε καὶ ἀθεωρήτως παραδεχθῆναι τὸν λόγον, καλῶς ἂν ἔχοι καθ' ὁμοιότητα τῶν λοιπῶν καὶ τὸ Κύριος ἔκτισέ με μὴ κατὰ τὴν αὐτόθεν ἡμῖν ἐκ τοῦ ῥήματος ἐγγινομένην διάνοιαν ἑρμηνεύειν, ἀλλὰ ζητεῖν κατὰ πᾶσαν προσοχήν τε καὶ ἐπι 3.1.42 μέλειαν τὸ εὐσεβῶς διὰ τοῦ λεγομένου νοούμενον. ἀλλὰ τὸ μὲν ἀκριβῶς κατειληφέναι τὴν τῶν προκειμένων διάνοιαν μόνων ἂν εἴη τῶν τῷ ἁγίῳ πνεύματι τὰ βάθη διερευνών των καὶ λαλεῖν ἐπισταμένων ἐν πνεύματι τὰ θεῖα μυστήρια· παρ' ἡμῶν δὲ τοσοῦτον ἐν τοῖς προκειμένοις ὁ λόγος ἀσχο ληθήσεται, ὅσον μὴ πάντη περιϊδεῖν τὸν ἐν τούτοις σκοπὸν ἀθεώρητον. τίς οὖν ὁ ἡμέτερος λόγος; οὐκ ἔστιν, οἶμαι, δυνατὸν τὴν ἐκ θείας ἐλλάμψεως γινομένην ἔν τινι σοφίαν μόνην ταύτην δίχα τῶν λοιπῶν χαρισμάτων τοῦ πνεύματος παραγενέσθαι, ἀλλὰ χρὴ πάντως συνεισελθεῖν ταύτῃ καὶ 3.1.43 τῆς προφητείας τὴν χάριν. εἰ γὰρ ἴδιον σοφίας ἐστὶν ἡ τῆς τῶν ὄντων ἀληθείας κατάληψις, προφητεία δὲ τὴν τῶν μελλόντων περιέχει σαφήνειαν, οὐκ ἂν ἐν τῷ τελείῳ τις τῆς σοφίας εἴη χαρίσματι μὴ διὰ τῆς προφητικῆς συν εργίας συμπεριλαβὼν τῇ γνώσει καὶ τὸ ἐσόμενον. ἐπεὶ οὖν οὐκ ἀνθρωπίνην τινὰ σοφίαν ἑαυτῷ προσμαρτυρεῖ Σολο μὼν ὁ εἰπὼν ὅτι Ὁ θεὸς δεδίδαχέ με σοφίαν, καὶ πάντα τὸν παρ' ἑαυτοῦ λόγον ἀνατιθεὶς τῷ θεῷ ἐν οἷς φησιν ὅτι Οἱ ἐμοὶ λόγοι εἴρηνται ἀπὸ θεοῦ, καλῶς ἂν ἔχοι τὴν ἀνα μεμιγμένην τῇ σοφίᾳ προφητείαν ἐν τῷ μέρει τούτῳ τῆς 3.1.44 παροιμίας διερευνήσασθαι. φαμὲν τοίνυν ὅτι ἐν μὲν τοῖς πρὸ τούτου λόγοις εἰπὼν τὴν σοφίαν ἑαυτῇ ᾠκοδομηκέναι τὸν οἶκον τὴν τῆς σαρκὸς τοῦ κυρίου κατασκευὴν διὰ τοῦ λόγου αἰνίσσεται· οὐ γὰρ ἐν ἀλλοτρίῳ οἰκοδομήματι ἡ ἀληθινὴ σοφία κατῴκησεν, ἀλλ' ἑαυτῇ τὸ οἰκητήριον 3.1.45 ἐκ τοῦ παρθενικοῦ σώματος ἐδομήσατο. ἐνταῦθα δὲ τὸ ἑνωθὲν ἐξ ἀμφοτέρων τῷ λόγῳ προτίθησι, τοῦ τε οἴκου λέγω καὶ τῆς σοφίας τῆς οἰκοδομησάσης τὸν οἶκον,