168
τουτέστιν ἔκ τε τοῦ ἀνθρωπίνου καὶ ἐκ τῆς ἀνακραθείσης τῷ ἀνθρώπῳ θεότητος, ἑκατέρῳ δὲ τού των ἐφαρμόζει τὰς καταλλήλους τε καὶ πρεπούσας φωνάς, καθὼς ἔστιν ἰδεῖν καὶ ἐν τοῖς εὐαγγελίοις γινόμενον, ἐν οἷς ὁ λόγος κατὰ τὸ πρόσφορον τῷ ὑποκειμένῳ διεξαγόμενος διὰ μὲν τῆς ὑψηλοτέρας τε καὶ θεοπρεποῦς σημασίας τὸ θεῖον ἐνδείκνυται, διὰ δὲ τῆς χαμαιζήλου τε καὶ ταπεινῆς 3.1.46 τὸ ἀνθρώπινον. οὕτως ἔστιν ἰδεῖν καὶ ἐν τῷ μέρει τούτῳ προφητικῶς τὸν Σολομῶντα κινούμενον καὶ ὅλον παραδε δωκότα τὸ τῆς οἰκονομίας μυστήριον. λέγει γὰρ πρότερον μὲν τὴν προαιώνιον τῆς σοφίας δύναμίν τε καὶ ἐνέργειαν, ἐν οἷς τῷ εὐαγγελιστῇ τρόπον τινὰ καὶ ἐπ' αὐτῶν τῶν ῥημά των συμφέρεται. ὡς γὰρ ἐκεῖνος τῇ περιληπτικῇ φωνῇ πάν των αὐτὸν αἴτιον καὶ δημιουργὸν ἀνεκήρυξεν, οὕτως ὁ Σολο μὼν παρ' αὐτοῦ γεγενῆσθαι τὰ καθέκαστον λέγει τὰ ἐν τῷ 3.1.47 παντὶ ἀριθμούμενα. φησὶ γὰρ ὅτι ὁ θεὸς τῇ σοφίᾳ ἐθε μελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει καὶ ὅσα τούτοις κατὰ τὸ ἀκόλουθον ἕπεται τῆς αὐτῆς ἐχόμενα διανοίας. καὶ ὡς ἂν μὴ δοκοίη τὴν δωρεὰν τῆς ἐν ἀν θρώποις ἀρετῆς περιορᾶν ἀμνημόνευτον, πάλιν ἐκ προσώπου τῆς σοφίας ἐκεῖνα διέξεισι λέγων, ὧν μικρῷ πρόσθεν ἐμνη μονεύσαμεν, τὸ Κατεσκήνωσα βουλὴν καὶ γνῶσιν καὶ ἔν νοιαν, καὶ ὅσα τῆς νοερᾶς τε καὶ ἐπιστημονικῆς διδασκα λίας ἐστί. 3.1.48 Ταῦτα καὶ τὰ τοιαῦτα διεξελθὼν ἐπάγει καὶ περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας διδασκαλίαν, διὰ τί σὰρξ ὁ λόγος ἐγένετο. φανεροῦ γὰρ ἅπασιν ὄντος ὅτι οὐδὲν ἐν ἑαυτῷ κτιστὸν ἢ ἐπείσακτον ὁ ἐπὶ πάντων ἔχει θεός, οὐ δύναμιν, οὐ σοφίαν, οὐ φῶς, οὐ λόγον, οὐ ζωήν, οὐκ ἀλή θειαν οὐδὲ ὅλως τι τῶν ἐν τῷ πληρώματι τοῦ θείου κόλπου θεωρουμένων, ἅπερ πάντα ἐστὶν ὁ μονογενὴς θεός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, οὐκ ἄν τινι τῶν ἐν τῷ θεῷ θεω ρουμένων εὐλόγως ἐφαρμοσθείη τὸ τῆς κτίσεως ὄνομα, ὥστε εἰπεῖν τὸν ἐν τῷ πατρὶ υἱὸν ἢ τὸν ἐν τῇ ἀρχῇ λόγον ἢ τὸ ἐν τῷ φωτὶ φῶς ἢ τὴν ἐν τῇ ζωῇ ζωὴν ἢ τὴν ἐν τῇ σοφίᾳ 3.1.49 σοφίαν ὅτι Κύριος ἔκτισέ με. εἰ γὰρ κτιστὴ τοῦ θεοῦ ἡ σοφία, Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία, ἐπείσακτον ἔσχε πάντως ὁ θεὸς τὴν σοφίαν, ὕστερον ἐκ κατασκευῆς προσλαβὼν ὃ μὴ παρὰ τὴν πρώτην εἶχεν. ἀλλὰ μὴν ὁ ἐν τοῖς κόλποις ὢν τοῦ πατρὸς οὐδέποτε κενὸν ἑαυτοῦ δίδωσι νοεῖν τὸν πατρῷον κόλπον. ἄρα οὐ τῶν ἔξωθεν ἐγγενο μένων ἐστὶ τῷ κόλπῳ, ἀλλὰ παντὸς ἀγαθοῦ πλήρωμα ὢν πάντοτε ἐν τῷ πατρὶ νοεῖται ὁ ἐν ἀρχῇ ὤν, οὐκ ἀναμένων τὸ διὰ κτίσεως ἐν αὐτῷ γενέσθαι, ὡς ἂν μήποτε κενὸς ἀγαθῶν ὁ πατὴρ νοηθείη, ἀλλ' ὁ ἐν τῇ ἀϊδιότητι τῆς πατρικῆς θεότητος εἶναι νοούμενος ἀεὶ ἐν αὐτῷ ἐστι, δύ ναμις ὢν καὶ ζωὴ καὶ ἀλήθεια καὶ φῶς καὶ σοφία καὶ τὰ 3.1.50 τοιαῦτα. οὐκοῦν οὐκ ἐκ τοῦ θείου τε καὶ ἀκηράτου ἐστὶν ἡ τοῦ ἔκτισέ με φωνή, ἀλλά, καθὼς εἴρηται, ἐκ τοῦ ἀνα κραθέντος κατ' οἰκονομίαν ἀπὸ τῆς κτιστῆς ἡμῶν φύσεως. πῶς οὖν ἡ αὐτὴ καὶ τὴν γῆν θεμελιοῖ καὶ τοὺς οὐρανοὺς ἑτοιμάζει καὶ τὰς ἀβύσσους ἀναρρήγνυσι, σοφία καὶ φρό νησις καὶ θεία αἴσθησις καλουμένη, καὶ ἐνταῦθα κτίζεται εἰς ἔργων ἀρχήν; οὐκ ἄνευ, φησίν, αἰτίας μεγάλης ἡ τοι 3.1.51 αύτη συνεργεῖται οἰκονομία. ἀλλ' ἐπειδὴ τῶν παραφυλα κτέων ἡμῖν τὴν ἐντολὴν λαβόντες οἱ ἄνθρωποι ἐξέβαλον τῆς μνήμης τὴν χάριν, διὰ τῆς παρακοῆς ἐν τῇ τῶν ἀγαθῶν λήθῃ γενόμενοι, διὰ τοῦτο, ἵνα ἀναγγείλω πάλιν ὑμῖν τὰ καθ' ἡμέραν ἐπὶ σωτηρίᾳ γινόμενα καὶ ἀναμνήσω τὰ ἐξ αἰῶνος ἀπαριθμησάμενος ὧν ἐπελάθεσθε· οὐ γὰρ καινόν τι καταγγέλλω νῦν εὐαγγέλιον, ἀλλὰ τὴν εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν ὑμῶν πραγματεύομαι· τούτου χάριν ἐκτίσθην ὁ ἀεὶ ὢν καὶ μηδὲν τοῦ κτισθῆναι πρὸς τὸ εἶναι δεόμενος, ὥστε με γενέσθαι ἀρχὴν ὁδῶν εἰς τὰ ἔργα τοῦ θεοῦ, τοὺς ἀνθρώπους λέγω. τῆς γὰρ ὁδοῦ τῆς πρώτης καταφθαρείσης, ἔδει πάλιν ἐγκαινισθῆναι τοῖς πλανωμένοις ὁδὸν πρόσφατόν τε καὶ ζῶσαν, αὐτὸν ἐμὲ ὅς εἰμι ἡ ὁδός. 3.1.52 Καὶ ὅτι πρὸς τὸ ἀνθρώπινον ἡ τοῦ ἔκτισέ με διάνοια βλέπει, σαφέστερον ἡμῖν τοῦτο παρίστησι διὰ τῶν ἰδίων λόγων ὁ θεῖος ἀπόστολος, ἐν οἷς διακελεύεται ὅτι Ἐνδύσασθε τὸν κύριον