169
βουλαῖς τε καὶ πράξεσιν διηκονεῖτο. 7.1.26 Τοῦτο οὖν ὅλον τῷ φιλανθρωποτάτῳ θεῷ τε καὶ θεοῦ λόγῳ ὑπὲρ τῆς πάντων ἀνθρώπων θεραπείας τε καὶ σωτηρίας ταῖς τῶν προφητῶν ἀκολούθως ἐνηργεῖτο φωναῖς, ἄνωθεν ἐκ παλαιῶν χρόνων τὴν θαυμασίαν ἐκ παρθένου γέννησιν αὐτοῦ προμαρτυρομέναις. σφόδρα δὲ ἀναγκαίως ὁ προφήτης προτάττει τῆς ἐκ παρθένου γενέσεως τοῦ Χριστοῦ τὸ ἐπιστρεφές, ἐπιφωνῶν ἄντικρυς τοῖς τούτων ἀκροωμένοις τὸ «ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε;» 7.1.27 ᾧ ἐπιφέρει ἑξῆς τὰ τοῦτον ἔχοντα τὸν τρόπον· «ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων, αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. καὶ εἶπεν Ἄχαζ, οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω κύριον. καὶ εἶπεν, ἀκούσατε δή, οἶκος ∆αβίδ· μὴ μικρὸν ὑμῖν ἀνθρώποις παρέχειν ἀγῶνα, καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ καταλειφθήσεται ἡ γῆ ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων.» 7.1.28 καὶ τὰ μὲν τῆς προφητείας ὧδέ πη εἶχεν. ἐπιστῆσαι δὲ ἄξιον τῷ τοῦ λόγου προοιμίῳ, μαρτυραμένῳ τοῖς ἐντυγχάνουσιν, ὅτι «ἐὰν μὴ πιστεύσωσιν, οὐδὲ μὴ συνῶσιν». καὶ ἀναγκαίως χρῆν ἐπισημήνασθαι, δεικνύντας ὅτι μὴ μόνον συνέσεως ἀλλὰ καὶ πίστεως δεῖ τοῖς ἐντευξομένοις, καὶ οὐ μόνον πίστεως ἀλλὰ καὶ συνέσεως. ὅθεν οἱ ἐκ περιτομῆς, μὴ πιστεύσαντες εἰς τὸν Χριστὸν τοῦ θεοῦ, εἰσέτι καὶ νῦν τούτων ἀκροώμενοι, οὔπω καὶ εἰς δεῦρο συνῆκαν τὸν προφητευόμενον, ὥστε ἐπ' αὐτοῖς πρώτοις ἐπαληθεῦσαι τὴν πρόρρησιν. 7.1.29 ἀκοῇ γὰρ τῶν περὶ τοῦ Χριστοῦ προφητειῶν διὰ πάσης ἡμέρας ἀκούοντες ὠσὶν διανοίας οὐκ ἀκούουσιν. τῆς. τε ἀγνοίας αὐτῶν αἴτιον οὐδὲν ἕτερον ἢ ἡ ἀπιστία τυγχάνει, καὶ τοῦτο τῆς προρρήσεως ἀψευδῶς περὶ αὐτῶν καὶ πρὸς αὐτοὺς ἀποφηναμένης. «ἐάν», γάρ φησι, «μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε». 7.1.30 Ἀλλ' εἰ φαῖεν μὴ παρθένον, νεᾶνιν δὲ ὠνομάσθαι ἐν τῇ γραφῇ οὕτως γάρ φασι φέρεσθαι παρ' αὐτοῖς, καὶ ποῖον ἂν γένοιτο, φήσομεν, σημεῖον ἐπαγγελίας θεοῦ ἄξιον, εἰ συνήθως τίκτειν, οἷα καὶ πᾶσαι γυναῖκες ἐξ ὁμιλίας ἀνδρὸς ἐν γαστρὶ λαβοῦσα, νεᾶνίς τις ἔμελλεν; πῶς δὲ καὶ θεὸς ἦν ὁ ἐξ αὐτῆς γεννώμενος; καὶ οὐκ ἁπλῶς θεὸς ἀλλ' «ὁ μεθ' ἡμῶν»; τοῦτο γὰρ σημαίνειν βούλεται τὸ Ἐμμανουήλ, ὅπερ φησὶν δεῖν ὀνομάζειν τὸν γεννώμενον· «ἰδοὺ γὰρ ἡ παρθένος», φησίν, «ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ θεός». 7.1.31 ποῖος δὲ καὶ ἀγὼν θεῷ ἢ ποῖος ἂν εἴη κόπος καὶ μόχθος ἐπὶ συνήθει τρόπῳ γυναικὸς τικτούσης; ἐν μὲν γὰρ τοῖς ἡμετέροις ἀντιγράφοις ὑφ' ἑβδομήκοντα ὅλων ἀνδρῶν, ἄνωθεν μὲν Ἑβραίων τὸ γένος ἐπ' ἀκριβείᾳ δὲ τῆς πατρίου παιδείας δεδοκιμασμένων, ἑρμηνευομένοις ὧδέ πως φέρεται· «μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· 7.1.32 ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν», ὃς κεκλήσεται «ὁ μεθ' ἡμῶν θεός», τοῦτο γὰρ, ὡς ἔφην, δηλοῦν βούλεται τὸ Ἐμμανουὴλ ὄνομα. ἐν δὲ τοῖς αὐτῶν Ἰουδαίων ἀντιγράφοις κατὰ τὴν Ἀκύλου μεταβολὴν φερομένοις προσήλυτος δὲ ὁ Ἀκύλας ἦν, οὐ φύσει Ἰουδαῖος, ὅμως δ' οὖν καὶ κατ' αὐτὸν τοῦτον εἴρηται τὸν τρόπον· «ἀκούσατε δὴ οἶκος ∆αβίδ, μή τι ὀλίγον ἀπὸ ὑμῶν μοχθοῦν ἄνδρας, ὅτι μοχθοῦτε καί γε τὸν θεόν μου; διὰ τοῦτο δώσει αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ συλλαμβάνει καὶ τίκτει υἱόν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ». 7.1.33 παρὰ δὲ τῷ Συμμάχῳ ταῦθ' οὕτως ἔχει λέγεται δὲ ὁ Σύμμαχος Ἐβιωναῖος εἶναι· αἵρεσις δὲ ἦν οὕτω καλουμένων τινῶν Ἰουδαίων εἰς Χριστὸν πιστεύειν λεγομένων, ἐξ ὧν ὁ Σύμμαχος