169
Ἰησοῦν Χριστόν, καὶ πρὸς τούτοις ὅπου τὸν αὐτὸν ἐπαναλαβὼν λόγον φησὶν Ἐνδύσασθε τὸν καινὸν ἄν θρωπον τὸν κατὰ θεὸν κτισθέντα. εἰ γὰρ ἓν μέν ἐστι τὸ σωτήριον ἔνδυμα, τοῦτο δέ ἐστιν ὁ Χριστός, οὐκ ἂν ἄλλον τις εἴποι παρὰ τὸν Χριστὸν εἶναι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, ἀλλὰ δῆλον ὅτι ὁ τὸν Χριστὸν ἐν δυσάμενος τὸν καινὸν ἐνδέδυται ἄνθρωπον τὸν κατὰ θεὸν 3.1.53 κτισθέντα. μόνος γὰρ οὗτος ὡς ἀληθῶς καινὸς κυρίως ὀνομάζεται ἄνθρωπος, ὃς οὐχὶ διὰ τῶν γνωρίμων τε καὶ συνήθων τῆς φύσεως ὁδῶν ἐν τῷ τῶν ἀνθρώπων ἐφάνη βίῳ, ἀλλ' ἐξηλλαγμένη τις καὶ ἰδιάζουσα ἐπὶ μόνου τούτου ἐκαινοτομήθη ἡ κτίσις. διὰ τοῦτο τὸν αὐτὸν πρός τε τὸ παράδοξον τῆς γεννήσεως βλέπων καινὸν ἄνθρωπον κατὰ θεὸν κτισθέντα κατονομάζει, καὶ πρὸς τὴν θείαν φύσιν ὁρῶν τὴν ἐγκραθεῖσαν τῇ κτίσει τοῦ καινοῦ τούτου ἀν θρώπου Χριστὸν προσαγορεύει, ὡς καθ' ἑνὸς καὶ τοῦ αὐτοῦ τὰς δύο κεῖσθαι φωνάς, τήν τε τοῦ Χριστοῦ λέγω καὶ τὴν τοῦ καινοῦ ἀνθρώπου τοῦ κατὰ θεὸν κτισθέντος. 3.1.54 Ἐπεὶ οὖν ὁ Χριστὸς ἡ σοφία ἐστίν, ὁ συνετὸς ἀκροατὴς ἐπισκεψάσθω τὸν λόγον τῶν τε προσμαχομένων ἡμῖν καὶ τὸν ἡμέτερον καὶ κρινάτω τὸν εὐσεβέστερον, τίς μᾶλλον τὰς θεοπρεπεῖς ἐννοίας ἐν τῷ ῥητῷ διασῴζει, ὁ τὸν τοῦ παντὸς κτίστην καὶ κύριον πεποιῆσθαι διοριζόμενος καὶ τῇ δουλευ ούσῃ κτίσει κατασκευάζων ὁμότιμον, ἢ μᾶλλον ὁ πρὸς τὴν οἰκονομίαν ὁρῶν καὶ φυλάσσων τῇ τε περὶ τὸ θεῖον καὶ τῇ περὶ τὸ ἀνθρώπινον ὑπολήψει τὸ πρόσφορον, συμμαρτυ ροῦντος τοῦ μεγάλου Παύλου τῷ δόγματι, ὃς ἐν μὲν τῷ καινῷ ἀνθρώπῳ τὴν κτίσιν βλέπει, ἐν δὲ τῇ ἀληθινῇ σοφίᾳ 3.1.55 τὴν ἐξουσίαν τῆς κτίσεως. συμβαίνει δὲ καὶ ἡ τάξις τοῦ λόγου τῇ θεωρίᾳ τοῦ δόγματος. εἰ γὰρ μὴ ἐκτίσθη ἐν ἡμῖν ἡ τῶν ὁδῶν ἀρχή, οὐκ ἂν ὁ τῶν προσδοκωμένων αἰώνων θεμέλιος κατεβλήθη, οὐδ' ἂν ἐγένετο ἡμῖν ὁ κύριος πατὴρ τοῦ μέλλοντος αἰῶνος, εἰ μὴ κατὰ τὸν Ἠσαΐαν παιδίον ἐγεννήθη ἡμῖν καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ τά τε ἄλλα πάντα ὅσα ὁ προφήτης ὠνόμασε καὶ μετὰ πάντων πατὴρ τοῦ μέλλοντος αἰῶνος. πρότερον οὖν γέγονε τὸ κατὰ τὴν παρθενίαν μυστήριον καὶ ἡ περὶ τὸ πάθος οἰκονομία, καὶ τότε οἱ σοφοὶ τῆς πίστεως ἀρχιτέκτονες τὸν θεμέλιον τῆς πίστεως κατεβάλοντο. οὗτος δέ ἐστιν ὁ Χριστός, ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος, ᾧ ἐποικοδομεῖται ἡ τῶν ἀτε 3.1.56 λευτήτων αἰώνων ζωή. τούτου δὲ γενομένου, ἵνα ἑκάστῳ τῶν πεπιστευκότων τὰ θεῖα θελήματα τοῦ εὐαγγελικοῦ νόμου καὶ τὰ ποικίλα τοῦ ἁγίου πνεύματος χαρίσματα γένηται, ἅπερ πάντα τροπικῶς κατά τινα προσφυῆ σημα σίαν ὄρη καὶ βουνοὺς ὀνομάζει ἡ θεία γραφή, τὴν δικαιο σύνην μὲν ὄρη θεοῦ ὀνομάζουσα, τὰ δὲ κρίματα ἀβύσσους προσαγορεύουσα, γῆν δὲ τὴν ὑπὸ τοῦ λόγου σπειρομένην καὶ καρποφοροῦσαν τὸν πολύχουν καρπόν, ἢ ὡς ἑτέρωθι παρὰ τῷ ∆αβὶδ εἰρήνην μὲν διὰ τῶν ὀρῶν, δικαιοσύνην δὲ διὰ τῶν βουνῶν διδασκόμεθα, ἀναγκαίως ἐν τοῖς πιστοῖς ἡ σοφία γεννᾶται καὶ ἀληθὴς ὁ λόγος. ὁ γὰρ ἐν τοῖς δεξα μένοις αὐτὸν ὢν ἐν τοῖς ἀπίστοις οὔπω ἐγεννήθη. ἵνα οὖν ταῦτα καὶ παρ' ἡμῖν γένηται, χρὴ τὸν τούτων δημιουργὸν ἐν ἡμῖν γεννηθῆναι. 3.1.57 Οὕτω δὲ καὶ τὰ ἐφεξῆς τούτοις κατὰ τὸν εἱρμὸν τοῦ τον κατανοήσωμεν. ἐὰν γὰρ γεννηθῇ ἐν ἡμῖν ἡ σοφία, τότε παρὰ τοῦ θεοῦ κατασκευάζεται ἐν ἑκάστῳ ἥ τε χώρα καὶ ἡ ἀοίκητος, χώρα μὲν ἡ δεχομένη τοῦ λόγου τὴν σπορὰν καὶ τὴν ἄροσιν, ἀοίκητος δὲ ἡ τῶν πονηρῶν οἰκη τόρων χωριζομένη καρδία, καὶ οὕτως ἔσται ἡμῶν ἡ οἴκησις 3.1.58 ἐπὶ τῶν ἄκρων τῆς γῆς. ἐπειδὴ γὰρ τῆς γῆς τὸ μέν τι βάθος ἐστὶν τὸ δὲ ἐπιπόλαιον, ὅταν τις μὴ ὑπόγειος γένηται μηδὲ σπηλαιώδης ἐν τῷ τὰ κάτω φρονεῖν (οἷός ἐστιν τῶν ἐν ἁμαρτίαις ζώντων ὁ βίος τῶν ἐμπεπηγότων τῇ ἀνυπο στάτῳ τοῦ βυθοῦ ἰλύϊ, οἷς ἀληθῶς φρέαρ ἐστὶν ἡ ζωὴ κατὰ τὴν ψαλμῳδίαν τὴν λέγουσαν Μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ), ἐὰν οὖν τις ἐγγεννηθείσης αὐτῷ τῆς σο φίας τὰ ἄνω φρονῇ, τοσοῦτον τῆς γῆς ἐφαπτόμενος ὅσον ἐπάναγκες, οὗτος τὰ ἄκρα τῆς ὑπ' οὐρανὸν οἰκεῖ, οὐκ ἐμβαθύνων τῷ γηΐνῳ φρονήματι, τούτῳ τὸν οὐρανὸν ἑαυτῷ